Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 7

10 ἐπεὶ δὲ φιλίαι τρεῖς, κατʼ ἀρετήν, κατὰ τὸ χρήσιμον, κατὰ τὸ ἡδύ, τούτων δὲ ἑκάστης δύο διαφοραί (ἣ μὲν γὰρ καθʼ ὑπεροχὴν ἣ δὲ κατʼ ἰσότητά ἐστιν ἑκάστη αὐτῶν, τὸ δὲ δίκαιον τὸ περὶ αὐτὰς ἐκ τῶν ἀμφισβητησάντων δῆλον), ἐν μὲν τῇ καθʼ ὑπεροχὴν ἀξιοῦται τὸ ἀνάλογον, ἀλλʼ οὐχ ὡσαύτως, ἀλλʼ ὁ μὲν ὑπερέχων ἀνεστραμμένως τὸ ἀνάλογον, ὡς αὐτὸς πρὸς τὸν ἐλάττω, οὕτω τὸ παρὰ τοῦ ἐλάττονος γινόμενον πρὸς τὸ παρʼ αὐτοῦ, διακείμενος ὥσπερ ἄρχων πρὸς ἀρχόμενον· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τὸ ἴσον κατʼ ἀριθμὸν ἀξιοῖ. καὶ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινωνιῶν οὕτω συμβαίνει. ὁτὲ μὲν γὰρ ἀριθμῷ τοῦ ἴσου μετέχουσιν, ὁτὲ δὲ λόγῳ. εἰ μὲν γὰρ ἴσον ἀριθμῷ εἰσήνεγκον ἀργύριον, ἴσον καὶ τῷ ἴσῳ ἀριθμῷ διαλαμβάνουσιν, εἰ δὲ μὴ ἴσον, ἀνάλογον. ὁ δʼ ὑπερεχόμενος τοὐναντίον στρέφει τὸ ἀνάλογον, καὶ κατὰ διάμετρον συζεύγνυσιν. δόξειε δʼ ἂν οὕτως ἐλαττοῦσθαι ὁ ὑπερέχων καὶ λειτουργία ἡ φιλία καὶ ἡ κοινωνία. δεῖ ἄρα τινὶ ἑτέρῳ ἀνισάσαι καὶ ποιῆσαι ἀνάλογον. τοῦτο δʼ ἐστὶν ἡ τιμή, ὅπερ καὶ τῷ ἄρχοντι φύσει καὶ θεῷ πρὸς τὸ ἀρχόμενον. δεῖ δὲ ἰσασθῆναι τὸ κέρδος πρὸς τὴν τιμήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme