Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 7

10 πολλὰ ἐγκλήματα γίνεται ἐν ταῖς φιλίαις τοῖς μὴ κατʼ εὐθυωρίαν, καὶ τὸ δίκαιον ἰδεῖν οὐ ῥᾴδιον. χαλεπὸν γὰρ μετρῆσαι ἑνὶ τῷδε τὸ μὴ κατʼ εὐθυωρίαν, οἷον συμβαίνει ἐπὶ τῶν ἐρωτικῶν. ὃ μὲν γὰρ διώκει ὡς τὸν ἡδὺν ἐπὶ τὸ συζῆν, ὃ δʼ ἐκεῖνον ἐνίοτε ὡς χρήσιμον· ὅταν δὲ παύσηται τοῦ ἐρᾶν, ἄλλου γινομένου ἄλλος γίνεται, καὶ τότε λογίζονται παντί τινος, καὶ ὡς Πύθων καὶ Παμμένης διεφέροντο καὶ ὡς διδάσκαλος καὶ μαθητής (ἐπιστήμη γὰρ καὶ χρήματα οὐχ ἑνὶ μετρεῖται), καὶ ὡς Ἡρόδικος ὁ ἰατρὸς πρὸς τὸν ἀποδιδόντα μικρὸν τὸν μισθόν, καὶ ὡς ὁ κιθαρῳδὸς καὶ ὁ βασιλεύς. ὃ μὲν γὰρ ὡς ἡδεῖ, ὃ δʼ ὡς χρησίμῳ ὡμίλει· ὃ δʼ ἐπεὶ ἔδει ἀποδιδόναι, αὐτὸν αὑτὸν ὡς ἡδὺν ἐποίησεν, καὶ ἔφη, ὥσπερ ἐκεῖνον ᾄσαντα εὐφρᾶναι, οὕτω καὶ αὐτὸς ὑποσχόμενος ἐκείνῳ. ὅμως δὲ φανερὸν καὶ ἐνταῦθα πῶς γνωριστέον· ἑνὶ μὲν γὰρ μετρητέον καὶ ἐνταῦθʼ, ἀλλʼ οὐχ ὅρῳ, ἀλλὰ λόγῳ· τῷ ἀνάλογον γὰρ μετρητέον, ὥσπερ καὶ ἡ πολιτικὴ μετρεῖται κοινωνία. πῶς γὰρ κοινωνήσει γεωργῷ σκυτοτόμος, εἰ μὴ τῷ ἀνάλογον ἰσασθήσεται τὰ ἔργα; τοῖς δὲ μὴ κατʼ εὐθυωρίαν τὸ ἀνάλογον μέτρον, οἷον εἰ ὃ μὲν σοφίαν δοῦναι ἐγκαλεῖ, ὃ δʼ ἐκείνῳ ἀργύριον, τῇ σοφίᾳ πρὸς τὸ πλούσιον, εἶτα τί δοθὲν πρὸς ἑκάτερον. εἰ γὰρ ὃ μὲν τοῦ ἐλάττονος ἥμισυ ἔδωκεν, ὃ δὲ τοῦ μείζονος μὴ πολλοστὸν μέρος, δῆλον ὅτι οὗτος ἀδικεῖ. ἔστι δὲ κἀνταῦθα ἐν ἀρχῇ ἀμφισβήτησις, ἂν φῇ ὃ μὲν ὡς χρησίμους συνελθεῖν αὐτούς, ὃ δὲ μή, ἀλλʼ ὡς κατʼ ἄλλην τινὰ φιλίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme