Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 7

12 καὶ τὸ ζητεῖν ἡμῖν καὶ εὔχεσθαι πολλοὺς φίλους, ἅμα δὲ λέγειν ὡς οὐθεὶς φίλος ᾧ πολλοὶ φίλοι, ἄμφω λέγεται ὀρθῶς. ἐνδεχομένου γὰρ πολλοῖς συζῆν ἅμα καὶ συναισθάνεσθαι ὡς πλείστοις αἱρετώτατον· ἐπεὶ δὲ χαλεπώτατον, ἐν ἐλάττοσιν ἀνάγκη τὴν ἐνέργειαν τῆς συναισθήσεως εἶναι, ὥστʼ οὐ μόνον χαλεπὸν τὸ πολλοὺς κτήσασθαι (πείρας γὰρ δεῖ), ἀλλὰ καὶ οὖσι χρήσασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme