Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 7

12 καὶ ὁτὲ μὲν ἀπεῖναι εὖ πράττοντα τὸν φιλούμενον βουλόμεθα, ὁτὲ δὲ μετέχειν τῶν αὐτῶν, καὶ τὸ ἅμα βούλεσθαι εἶναι φιλικόν. ἐνδεχομένου μὲν γὰρ ἅμα καὶ εὖ, τοῦτο πάντες αἱροῦνται· μὴ ἐνδεχομένου δέ, ἀλλʼ ὥσπερ τὸν Ἡρακλῆ ἴσως ἂν ἡ μήτηρ εἵλετο θεὸν εἶναι μᾶλλον ἢ μετʼ αὐτῆς ὄντα τῷ Εὐρυσθεῖ θητεύειν. ὁμοίως γὰρ ἂν εἴπειεν καὶ ὃν ὁ Λάκων ἔσκωψεν, ἐπεί τις ἐκέλευσεν αὐτὸν χειμαζόμενον ἐπικαλέσασθαι τοὺς Διοσκόρους. δοκεῖ δὲ τοῦ μὲν φιλοῦντος τὸ ἀπείργειν εἶναι τῆς συμμεθέξεως τῶν χαλεπῶν, τοῦ δὲ φιλουμένου τὸ βούλεσθαι συμμετέχειν, καὶ ταῦτα ἀμφότερα συμβαίνει εὐλόγως. δεῖ γὰρ τῷ φίλῳ μηθὲν εἶναι οὕτω λυπηρὸν ὡς μὴ ἰδεῖν τὸν φίλον· δοκεῖ δὲ δεῖν αἱρεῖσθαι μὴ τὸ αὑτοῦ. διὸ κωλύουσι συμμετέχειν· ἱκανοὶ γὰρ αὐτοὶ κακοπαθοῦντες, ἵνα μὴ φαίνωνται τὰ αὑτῶν σκοποῦντες καὶ αἱρεῖσθαι τὸ χαίρειν λυπουμένου τοῦ φίλου. ἔτι δὲ τὸ κουφότεροι εἶναι μὴ μόνοι φέροντες τὰ κακά. ἐπεὶ δʼ αἱρετὸν τό τʼ εὖ καὶ τὸ ἅμα, δῆλον ὅτι τὸ ἅμα εἶναι μετʼ ἐλάττονος ἀγαθοῦ αἱρετώτερόν πως ἢ χωρὶς μετὰ μείζονος. ἐπεὶ δὲ ἄδηλον τὸ πόσον δύναται τὸ ἅμα, ἤδη διαφέρονται καὶ οἴονται τὸ μετέχειν ἅμα πάντων φιλικόν, καὶ ὥσπερ συνδειπνεῖν ἅμα φασὶν ἥδιον ταὐτὰ ἔχοντας· οἳ δʼ ἂν μέντοι οὐ βούλονται. ἐπεὶ δʼ εἴ γέ τις ὑπερβολὰς ποιήσει, ὁμολογῶσιν ἅμα κακῶς πράττοντας σφόδρα ἢ εὖ σφόδρα χωρίς. παραπλήσιον δὲ τούτῳ καὶ περὶ τὰς ἀτυχίας. ὁτὲ μὲν γὰρ βουλόμεθα τοὺς φίλους ἀπεῖναι οὐδὲ λυπεῖν, ὅταν μηθὲν μέλλωσι ποιήσειν πλέον· ὁτὲ δὲ αὐτοὺς ἥδιστον παρεῖναι. τὸ δὲ τῆς ὑπεναντιώσεως ταύτης καὶ μάλʼ εὔλογον. διὰ γὰρ τὰ προειρημένα τοῦτο συμβαίνει, καὶ ὅτι μὲν τὸ λυπούμενον ἢ ἐν φαύλῃ ὄντα ἕξει τὸν φίλον θεωρεῖν φεύγομεν ἁπλῶς, ὥσπερ καὶ ἡμᾶς αὐτούς, τὸ δʼ ὁρᾶν τὸν φίλον ἡδύ, ὥσπερ ἄλλο τι τῶν ἡδίστων, διὰ τὴν εἰρημένην αἰτίαν, καὶ μὴ κάμνοντα, εἰ αὐτός· ὥστε ὁπότερον ἂν τούτων ᾖ μᾶλλον ἡδύ, ποιεῖ τὴν ῥοπὴν τοῦ βούλεσθαι παρεῖναι ἢ μή. καὶ τοῦτο ἐπὶ τῶν χειρόνων συμβαίνει καὶ διὰ τὴν αὐτὴν αἰτίαν γίνεσθαι· μάλιστα γὰρ φιλοτιμοῦνται τοὺς φίλους μὴ πράττειν εὖ μηδʼ εἶναι ἀνάγκαι αὐτοῖς κακῶς. διὸ ἐνίοτε τοὺς ἐρωμένους συναποτιννύασι. μᾶλλον γὰρ τοῦ οἰκείου αἰσθάνεσθαι κακοῦ, ὥσπερ ἂν εἰ καὶ μεμνημένος ὅτι ποτὲ εὖ ἔπραττε μᾶλλον, ἢ εἰ ᾤετο ἀεὶ κακῶς πράττειν.
← Previous 30 / 30

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme