Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 7

2 φανερὸν δʼ ἐκ τούτων ὅτι ἡ πρώτη φιλία ἡ τῶν ἀγαθῶν ἐστιν ἀντιφιλία καὶ ἀντιπροαίρεσις πρὸς ἀλλήλους. φίλον μὲν γὰρ τὸ φιλούμενον τῷ φιλοῦντι, φίλος δὲ τῷ φιλουμένῳ καὶ ἀντιφιλῶν. αὕτη μὲν οὖν ἐν ἀνθρώποις μόνον ὑπάρχει φιλία (μόνον γὰρ αἰσθάνεται προαιρέσεως)· αἱ δʼ ἄλλαι καὶ ἐν τοῖς θηρίοις, καὶ τὸ χρήσιμον ἐπὶ μικρόν τι φαίνεται ἐνυπάρχον καὶ πρὸς ἄνθρωπον τοῖς ἡμέροις καὶ πρὸς ἄλληλα, οἷον τὸν τροχίλον φησὶν Ἡρόδοτος τῷ κροκοδείλῳ, καὶ ὡς οἱ μάντεις τὰς συνεδρείας καὶ διεδρείας λέγουσιν. καὶ οἱ φαῦλοι ἂν εἶεν φίλοι ἀλλήλοις καὶ διὰ τὸ χρήσιμον καὶ διὰ τὸ ἡδύ. οἳ δʼ ὅτι ἡ πρώτη οὐχ ὑπάρχει αὐτοῖς, οὔ φασι φίλους εἶναι· ἀδικήσει γὰρ ὅ γε φαῦλος τὸν φαῦλον, οἱ δʼ ἀδικούμενοι οὐ φιλοῦσι σφᾶς αὐτούς. οἳ δὲ φιλοῦσι μέν, ἀλλʼ οὐ τὴν πρώτην φιλίαν, ἐπεὶ τάς γε ἑτέρας οὐθὲν κωλύει. διʼ ἡδονὴν γὰρ ὑπομένουσιν ἀλλήλους βλαπτόμενοι, ὡς ἂν ὦσιν ἀκρατεῖς· οὐ δοκοῦσι δʼ οὐδʼ οἱ διʼ ἡδονὴν φιλοῦντες ἀλλήλους φίλοι εἶναι, ὅταν κατʼ ἀκρίβειαν ζητῶσιν, ὅτι οὐχ ἡ πρώτη. ἐκείνη μὲν γὰρ βέβαιος, αὕτη δὲ ἀβέβαιος. ἣ δʼ ἐστὶ μέν, ὥσπερ εἴρηται, φιλία, οὐκ ἐκείνη δέ, ἀλλʼ ἀπʼ ἐκείνης. τὸ μὲν οὖν ἐκείνως μόνον λέγειν τὸν φίλον βιάζεσθαι τὰ φαινόμενα ἐστί, καὶ παράδοξα λέγειν ἀναγκαῖον· καθʼ ἕνα δὲ λόγον πάσας ἀδύνατον. λείπεται τοίνυν οὕτως, ὅτι ἔστι μὲν ὡς μόνη ἡ πρώτη φιλία, ἔστι δὲ ὡς πᾶσαι, οὔτε ὡς ὁμώνυμοι καὶ ὡς ἔτυχον ἔχουσαι πρὸς ἑαυτάς, οὔτε καθʼ ἓν εἶδος, ἀλλὰ μᾶλλον πρὸς ἕν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme