Book 1
6
χρὴ δὲ καὶ τέλος ὡρίσθαι πᾶσιν· δίκαιον γὰρ καὶ συμφέρον τὴν ἐλευθερίαν κεῖσθαι ἆθλον· βούλονται γὰρ πονεῖν, ὅταν ᾖ ἆθλον καὶ ὁ χρόνος ὡρισμένος. δεῖ δὲ καὶ ἐξομηρεύειν ταῖς τεκνοποιίαις· καὶ μὴ κτᾶσθαι ὁμοεθνεῖς πολλούς, ὥσπερ καὶ ἐν ταῖς πόλεσιν· καὶ τὰς θυσίας καὶ τὰς ἀπολαύσεις μᾶλλον τῶν δούλων ἕνεκα ποιεῖσθαι ἢ τῶν ἐλευθέρων·πλείονα γὰρ ἔχουσιν οὗτοι οὗπερ ἕνεκα τὰ τοιαῦτα ἐνομίσθη.
1
εἴδη δὲ τοῦ οἰκονόμου τέτταρα ἃ δεῖ ἔχειν περὶ τὰ χρήματα. καὶ γὰρ τὸ κτᾶσθαι δυνατὸν χρὴ εἶναι καὶ φυλάττειν· εἰ δὲ μή, οὐδὲν ὄφελος τοῦ κτᾶσθαι· τῷ γὰρ ἠθμῷ ἀντλεῖν τοῦτʼ ἔστιν, καὶ ὁ λεγόμενος τετρημένος πίθος. ἔτι δὲ καὶ εἶναι κοσμητικὸν τῶν ὑπαρχόντων καὶ χρηστικόν· τούτων γὰρ ἕνεκα κἀκείνων δεόμεθα.
2
διῃρῆσθαι δὲ δεῖ τούτων ἕκαστον, καὶ πλείω τὰ κάρπιμα εἶναι τῶν ἀκάρπων, καὶ τὰς ἐργασίας οὕτω νενεμῆσθαι, ὅπως μὴ ἅμα κινδυνεύσωσιν ἅπασιν. πρὸς δὲ φυλακὴν τοῖς τε Περσικοῖς συμφέρει χρῆσθαι καὶ τοῖς Λακωνικοῖς. καὶ ἡ Ἀττικὴ δὲ οἰκονομία χρήσιμος· ἀποδιδόμενοι γὰρ ὠνοῦνται, καὶ ἡ τοῦ ταμιείου θέσις οὐκ ἔστιν ἐν ταῖς μικροτέραις οἰκονομίαις.
3
Περσικὰ δὲ ἦν τὸ πάντα τετάχθαι, καὶ πάντʼ ἐφορᾶν αὐτόν, καθʼ ὃ ἔλεγε Δίων περὶ Διονυσίου· οὐδεὶς γὰρ ἐπιμελεῖται ὁμοίως τῶν ἀλλοτρίων καὶ τῶν οἰκείων, ὥστε ὅσα ἐνδέχεται, διʼ ἑαυτοῦ ποιεῖσθαι χρὴ τὴν ἐπιμέλειαν. καὶ τὸ τοῦ Πέρσου καὶ τὸ τοῦ Λίβυος ἀπόφθεγμα εὖ ἂν ἔχοι. ὁ μὲν γὰρ ἐρωτηθεὶς τί μάλιστα ἵππον πιαίνει, ὁ τοῦ δεσπότου ὀφθαλμός ἔφη· ὁ δὲ Λίβυς ἐρωτηθεὶς ποία κόπρος ἀρίστη, τὰ τοῦ δεσπότου ἴχνη ἔφη.
4
ἐπισκεπτέον οὖν τὰ μὲν αὐτόν, τὰ δὲ τὴν γυναῖκα, ὡς ἑκατέροις διαιρεῖται τὰ ἔργα τῆς οἰκονομίας. καὶ τοῦτο ποιητέον ἐν μικραῖς οἰκονομίαις ὀλιγάκις, ἐν δʼ ἐπιτροπευομέναις πολλάκις. οὐ γὰρ οἷόν τε μὴ καλῶς ὑποδεικνύντος καλῶς μιμεῖσθαι, οὔτʼ ἐν τοῖς ἄλλοις, οὔτʼ ἐν ἐπιτροπείᾳ, ὡς ἀδύνατον μὴ ἐπιμελῶν δεσποτῶν ἐπιμελεῖς εἶναι τοὺς ἐφεστῶτας.