Thesauros Literature Philosophy Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Book 2

28 Μέντωρ Ῥόδιος Ἑρμείαν συλλαβὼν καὶ τὰ χωρία αὐτοῦ κατασχὼν τοὺς ἐπιμελητὰς εἴασε κατὰ χώραν τοὺς ὑπὸ τοῦ Ἑρμείου καθεστηκότας. ἐπεὶ δὲ ἐθάρρησάν τε ἅπαντες καί, εἴ τί ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένον ἢ ὑπεκκείμενον, μεθʼ αὑτῶν εἶχον, συλλαβὼν αὐτοὺς πάντα παρείλετο ἃ εἶχον.
29 Μέμνων Ῥόδιος κυριεύσας Λαμψάκου δεηθεὶς χρημάτων ἐπέγραψε τοῖς πλουσιωτάτοις αὐτῶν πλῆθός τι ἀργυρίου, τούτοις δὲ τὴν κομιδὴν ἔσεσθαι παρὰ τῶν ἄλλων πολιτῶν ἔφησεν· ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν, ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι ἐν χρόνῳ διειπάμενος ἐν ᾧ πάλιν αὐτοῖς ἀποδώσει.
29 πάλιν τε δεηθεὶς χρημάτων ἠξίωσεν αὐτοὺς εἰσενέγκαι, κομίσασθαι δὲ ἐκ τῶν προσόδων· οἳ δʼ εἰσήνεγκαν ὡς διὰ ταχέων αὐτοῖς ἐσομένης τῆς κομιδῆς· ἐπεὶ δὲ καὶ αἱ καταβολαὶ τῶν προσόδων παρῆσαν, ἔφησεν ἐπʼ αὐτῷ χρείαν εἶναι καὶ τούτων, ἐκείνοις δὲ ὕστερον ἀποδώσειν σὺν τόκῳ.
29 τῶν τε στρατευομένων παρʼ αὐτῷ παρῃρεῖτο τὰς σιταρχίας καὶ τοὺς μισθοὺς ἓξ ἡμερῶν τὸν ἐνιαυτόν, φάσκων ταύταις ταῖς ἡμέραις οὔτε φυλακὴν αὐτοῖς οὐδεμίαν οὔτε πορείαν οὔτε δαπάνην ποιεῖσθαι, τὰς ἐξαιρεσίμους λέγων.
29 τόν τε πρὸ τοῦ χρόνον διδοὺς τοῖς στρατιώταις τῇ δευτέρᾳ τῆς νουμηνίας τὴν σιταρχίαν, τῷ μὲν πρώτῳ μηνὶ παρέβη τρεῖς ἡμέρας, τῷ δʼ ἐχομένῳ πέντε. τοῦτον δὲ τὸν τρόπον προῆγεν, ἕως εἰς τὴν τριακάδα ἦλθεν.
30 Χαρίδημος Ὠρείτης ἔχων τῆς Αἰολίδος τινὰ χωρία, ἐπιστρατεύοντος ἐπʼ αὐτὸν Ἀρταβάζου χρημάτων ἐδεῖτο εἰς τοὺς στρατιώτας. τὸ μὲν οὖν πρῶτον εἰσέφερον αὐτῷ, εἶτα οὐκέτι ἔφασαν ἔχειν· ὁ δὲ Χαρίδημος, ὃ ᾤετο χωρίον εὐπορώτατον εἶναι, ἐκέλευσεν καὶ εἴ τι νόμισμα ἔχουσιν ἤ τι ἄλλο σκεῦος ἀξιόλογον, εἰς ἕτερον χωρίον ἀποστέλλειν, παραπομπὴν δὲ δώσειν· ἅμα δὲ καὶ αὐτὸς τοῦτο ποιῶν φανερὸς ἦν. πεισθέντων δὲ τῶν ἀνθρώπων, προαγαγὼν αὐτοὺς τῆς πόλεως μικρὸν καὶ ἐρευνήσας ἃ εἶχον, ἔλαβεν ὅσων ἐδεῖτο, ἐκείνους δὲ πάλιν εἰς τὸ χωρίον ἀπῆγεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme