Book 2
34
Ἀντιμένης Ῥόδιος ἡμιόδιος γενόμενος Ἀλεξάνδρου περὶ Βαβυλῶνα ἐπόρισε χρήματα ὧδε. νόμου ὄντος ἐν Βαβυλωνίᾳ παλαιοῦ δεκάτην εἶναι τῶν εἰσαγομένων, χρωμένου δὲ αὐτῷ οὐθενός, τηρήσας τούς τε σατράπας ἅπαντας προσδοκίμους ὄντας καὶ στρατιώτας, οὐκ ὀλίγους τε πρέσβεις καὶ τεχνίτας κλητοὺς ἄλλους τοὺς ἄγοντας καὶ ἰδίᾳ ἀποδημοῦντας, καὶ δῶρα πολλὰ ἀναγόμενα, τὴν δεκάτην ἔπρασσε κατὰ τὸν νόμον τὸν κείμενον.
34
πάλιν τε πορίζων τἀνδράποδα τὰ ἐπὶ στρατοπέδῳ ὄντα ἐκέλευσε τὸν βουλόμενον ἀπογράφεσθαι ὁπόσου θέλοι, μέλλειν δὲ τοῦ ἐνιαυτοῦ ὀκτὼ δραχμάς ἀποτίσαι, ἂν δὲ ἀποδρᾷ τὸ ἀνδράποδον, κομίζεσθαι τὴν τιμὴν ἧς ἀνεγράψατο. ἀπογραφέντων οὖν πολλῶν ἀνδραπόδων οὐκ ὀλίγον συνετελεῖ ἀργύριον. εἰ δέ τι ἀποδρῴη ἀνδράποδον, ἐκέλευε τὸν σατράπην τῆς ἐν ᾗ ἐστι τὸ στρατόπεδον, ἀνασῴζειν ἢ τὴν τιμὴν τῷ κυρίῳ ἀποδοῦναι.
35
Ὀφέλας Ὀλύνθιος καταστήσας ἐπιμελητὴν εἰς τὸν νομὸν τὸν Ἀθριβίτην, ἐπεὶ προσελθόντες αὐτῷ οἱ νομάρχαι οἱ ἐκ τοῦ τόπου τούτου ἔφασαν βούλεσθαι πλείω αὐτοὶ πολὺ φέρειν, τὸν δʼ ἐπιμελητὴν τὸν νῦν καθεστηκότα ἀπαλλάξαι αὐτὸν ἠξίουν, ἐπερωτήσας αὐτοὺς εἰ δυνήσονται συντελεῖν ἅπερ ἐπαγγέλλονται, φησάντων αὐτῶν, τὸν μὲν ἐπιμελητὴν κατὰ χώραν εἴα, τοὺς δὲ φόρους πράσσεσθαι ἐκέλευεν ὅσους αὐτοὶ ὑπετιμήσαντο. οὔτε οὖν ὃν κατέστησεν ἀτιμάσαι ἐδόκει οὔτʼ ἐκείνοις πλείους φόρους ἐπιβαλεῖν ἢ αὐτοὶ ἔταξαν, χρήματα δὲ πολλαπλάσια αὐτὸς ἐλάμβανεν.
36
Πυθοκλῆς Ἀθηναῖος Ἀθηναίοις συνεβούλευσε τὸν μόλυβδον τὸν ἐκ τῶν Λαυρίων παραλαμβάνειν παρὰ τῶν ἰδιωτῶν τὴν πόλιν, ὥσπερ ἐπώλουν, δίδραχμον, εἶτα τάξαντας αὐτοὺς τιμὴν ἑξαδράχμου οὕτω πωλεῖν.
37
Χαβρίας πληρωμάτων τε κατειλεγμένων εἰς ἑκατὸν καὶ εἴκοσι ναῦς, τῷ δὲ Ταῲ ἑξήκοντα μόνον οὔσης χρείας, προσέταξε τοῖς ἐκ τῶν ἑξήκοντα νεῶν αὐτοῦ τῶν ὑπομενουσῶν τοὺς πλέοντας εἰς δίμηνον σιτηρεσιάσαι, ἢ αὐτοὺς πλέειν. οἱ δὲ βουλόμενοι ἐπὶ τῶν ἰδίων μεῖναι ἔδωκαν ἃ προσέταξεν.