Thesauros Literature Philosophy Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Book 2

38 Ἀντιμένης τούς τε θησαυροὺς τοὺς παρὰ τὰς ὁδοὺς τὰς βασιλικὰς ἀναπληροῦν ἐκέλευε τοὺς σατράπας κατὰ τὸν νόμον τὸν τῆς χώρας· ὁπότε δὲ διαπορεύοιτο στρατόπεδον ἢ ἕτερος ὄχλος ἄνευ τοῦ βασιλέως, πέμψας τινὰ παρʼ αὑτοῦ ἐπώλει τὰ ἐκ τῶν θησαυρῶν.
39 Κλεομένης προσπορευομένης τε τῆς νουμηνίας καὶ δέον τοῖς στρατιώταις σιταρχίαν δοῦναι, κατέπλευσεν ἐξεπίτηδες· προπορευομένου δὲ τοῦ μηνὸς ἀναπλεύσας διέδωκε τὴν σιταρχίαν, εἶτα τοῦ εἰσιόντος μηνὸς διέλιπεν ἕως τῆς νουμηνίας. οἱ μὲν οὖν στρατιῶται διὰ τὸ νεωστὶ εἰληφέναι τὴν σιταρχίαν ἡσυχίαν εἶχον, ἐκεῖνος δὲ παραλλάξας ἕνα μῆνα παρὰ τὸν ἐνιαυτὸν ἀφῄρει μισθὸν ἀεὶ μηνός.
40 Σταβέλβιος ὁ Μυσῶν στρατιώταις μισθὸν συγκαλέσας ἔφησεν αὑτῷ τῶν μὲν ἰδιωτῶν οὐδεμίαν χρείαν εἶναι, τῶν δὲ ἡγεμόνων, ὅταν δὲ δέηται στρατιωτῶν, ἐκείνων ἑκάστῳ δοὺς ἀργύριον ἀποστέλλειν ἐπὶ ξενολογίαν, τούς τε μισθοὺς οὓς δεῖ ἐκείνοις δοῦναι, τοῖς ἡγεμόσιν ἂν ἥδιον διδόναι· ἐκέλευεν οὖν αὐτοὺς ἀποστέλλειν ἕκαστον τοὺς αὑτῶν καταλόγους ἐκ τῆς χώρας. τῶν δὲ ἡγεμόνων ὑπολαβόντων χρηματισμὸν αὑτοῖς ἔσεσθαι, ἀπέστειλαν τοὺς στρατιώτας, καθάπερ ἐκεῖνος προσέταξε. διαλιπὼν δὲ ὀλίγον χρόνον καὶ συναγαγὼν αὐτοὺς οὔτε αὐλητὴν ἄνευ χοροῦ οὔτε ἡγεμόνας ἄνευ ἰδιωτῶν οὐδὲν ἔφη χρησίμους εἶναι· ἐκέλευεν οὖν αὐτοὺς ἀπαλλάττεσθαι ἐκ τῆς χώρας.
41 Διονύσιος τά ἱερὰ περιπορευόμενος, εἰ μὲν τράπεζαν ἴδοι παρακειμένην χρυσῆν ἢ ἀργυρᾶν, ἀγαθοῦ δαίμονος κελεύσας ἐγχέαι ἐκέλευεν ἀφαιρεῖν, ὅσα δὲ τῶν ἀγαλμάτων φιάλην εἶχε προτετακότα, εἴπας ἂν ὅτι δέχομαι, ἐξαιρεῖν ἐκέλευε. τά θʼ ἱμάτια τά τε χρυσᾶ καὶ τοὺς στεφάνους τοὺς περιῄρει τῶν ἀγαλμάτων φάσκων αὐτὸς καὶ κουφότερα καὶ εὐωδέστερα δοῦναι· εἶτα ἱμάτια μὲν λευκά, στεφάνους δὲ λευκοΐνους περιετίθει.
← Previous 17 / 17

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme