Book 2
6
τέταρτον δὲ καὶ τελευταῖον τὴν ἰδιωτικήν. αὕτη δέ ἐστιν ἀνώμαλος μὲν διὰ τὸ δεῖν μὴ πρὸς ἕνα σκοπὸν οἰκονομεῖν, ἐλαχίστη δὲ διὰ τὸ καὶ τὰς προσόδους καὶ τὰ ἀναλώματα βραχέα γίνεσθαι. αὐτῆς δὲ ταύτης κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ γῆς γινομένη, δευτέρα δὲ ἡ ἀπὸ τῶν ἄλλων ἐγκλημάτων, τρίτη δὲ ἡ ἀπὸ ἀργυρίου. χωρὶς δὲ τούτων ὃ πάσαις μὲν ἐπικοινωνεῖται ταῖς οἰκονομίαις καὶ προσήκει σκοπεῖν αὐτὸ μὴ παρέργως, μάλιστα δὲ ταύτῃ, τὸ τἀναλώματα μὴ μείζω τῶν προσόδων γίνεσθαι.
7
ἐπεὶ τοίνυν τὰς διαιρέσεις εἰρήκαμεν, μετὰ τοῦτο πάλιν νοητέον ἡμῖν, ἡ σατραπεία, περὶ ἣν ἂν πραγματευώμεθα, ἢ πόλις, πότερον ἃ πάντα ἄρτι διειλόμεθαἢ τὰ μέγιστα τούτων εἰ δυνατὴ φέρειν ἐστί, τούτοις χρηστέον· μετὰ δὲ τοῦτο ποῖαι τῶν προσόδων ἢ τὸ παράπαν οὐκ εἰσί, δυναταὶ δʼ εἰσὶ γενέσθαι, ἢ μικραὶ νῦν οὖσαι μείζους οἷαί τινες κατασκευασθῆναι, ἢ τῶν ἀναλωμάτων τῶν νῦν ἀναλουμένων, τίνα τε καὶ πόσα περιαιρεθέντα τὰ ὅλα μηθὲν βλάψει.
8
τὰ μὲν οὖν περὶ τὰς οἰκονομίας τε καὶ τὰ μέρη τὰ τούτων εἰρήκαμεν· ὅσα δέ τινες τῶν πρότερον πεπράγασιν εἰς πόρον χρημάτων ἢ τεχνικῶς τι διῴκησαν, ἃ ὑπελαμβάνομεν ἀξιόλογα αὐτῶν εἶναι, συναγηόχαμεν. οὐδὲ γὰρ ταύτην τὴν ἱστορίαν ἀχρεῖον ὑπολαμβάνομεν εἶναι. ἔστι γὰρ ὅτε τούτων ἐφαρμόσει τοῖς οἷα ἂν αὐτὸς πραγματεύηται.
1
Κύψελος ὁ Κορίνθιος εὐξάμενος τῷ Διί, ἐὰν κύριος γένηται τῆς πόλεως, τὰ ὄντα Κορινθίοις πάντα ἀναθήσειν, ἐκέλευσεν αὐτοὺς ἀπογράψασθαι. ἀπογραψαμένων δὲ τούτων τὸ δέκατον μέρος παρʼ ἑκάστου ἔλαβε, τοῖς δὲ λοιποῖς ἐκέλευσεν ἐργάζεσθαι. περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ τὸ αὐτὸ τοῦτο ἐποίησεν, ὥστε συνέβαινεν ἐν δέκα ἔτεσι κεῖνόν τε ἅπαντα ἔχειν, ἅπερ ἀνιέρωσεν, τούς τε Κορινθίους ἕτερα κεκτῆσθαι.
2
Λύγδαμις Νάξιος ἐκβαλὼν φυγάδας, ἐπειδὴ τὰ κτήματα αὐτῶν οὐθεὶς ἠθέλησεν ἀλλʼ ἢ βραχέος ἀγοράζειν, αὐτοῖς τοῖς φυγάσιν ἀπέδοτο. τά τε ἀναθήματα, ὅσα ἦν αὐτῶν ἔν τισιν ἐργαστηρίοις ἡμίεργα ἀνακείμενα, ἐπώλει τοῖς τε φυγάσι καὶ τῶν ἄλλων τῷ βουλομένῳ ὥστʼ ἐπιγραφῆναι τὸ τοῦ πριαμένου ὄνομα.