Thesauros Literature Philosophy Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Book 2

14 Κόνδαλος Μαυσώλου ὕπαρχος, ὁπότε διαπορευομένῳ αὐτῷ διὰ τῆς χώρας προσενέγκοι τις πρόβατονἢ ὗν ἢ μόσχον, ἀπογραψάμενος τὸν δόντα καὶ τὸν χρόνον, ἀπαγαγόντα εἰς οἶκον ἐκέλευε τρέφειν ἕως ἂν ἐπανέλθοι· ὁπότε δὲ δοκοίη χρόνος ἱκανὸς εἶναι, αὐτό τε τὸ τραφὲν καὶ τὴν ἐπικαρπίαν λογισάμενος ἀπῄτει. τῶν τε δένδρων τὰ ὑπερέχοντα ἢ πίπτοντα εἰς τὰς ὁδοὺς τὰς βασιλικὰς ἐπώλει ὡς τὰς ἐπικαρπίας.
14 τῶν δὲ στρατιωτῶν εἴ τις τελευτήσειε, διαπύλιον ἀπῄτει δραχμὴν τοῦ σώματος· ἅμα τε οὖν ἐντεῦθεν καὶ ἀργύριον ἐλάμβανεν, ἅμα τε οἱ ἡγεμόνες οὐ παρεκρούοντο αὐτόν, πότε τετελεύτηκεν ὁ στρατιώτης.
14 τούς τε Λυκίους ὁρῶν ἀγαπῶντας τὸ τρίχωμα φορεῖν, ἔφησε γράμματα ἥκειν παρὰ βασιλέως, κόμας ἀποστεῖλαι εἰς προκόμια, προστετάχθαι οὖν αὐτῷ ὑπὸ Μαυσώλου ἀποκεῖραι αὐτούς. ἔφησεν οὖν, εἰ βούλονται ἐπικεφάλαιον τακτὸν αὐτῷ δοῦναι, μεταπέμψασθαι ἐκ τῆς Ἑλλάδος κόμην, οἱ δὲ ἀσμένως ἔδοσαν ὃ ᾔτει, καὶ συνελέγη χρήματα πολλὰ ἀπὸ ὄχλου πολλοῦ.
15 Ἀριστοτέλης Ῥόδιος ἄρχων Φωκαίας, ἀπορῶν χρημάτων, ὁρῶν στάσεις οὔσας δύο τῶν Φωκαίων, λόγους ἐποιήσατο πρὸς τὴν ἑτέραν στάσιν ἐν ἀπορρήτοις, φάσκων αὑτῷ διδόναι χρήματα τοὺς ἑτέρους ἐφʼ ᾧ αὐτοῖς τὰ πράγματα ἐγκλῖναι, αὐτὸς δὲ μᾶλλον βούλεσθαι παρὰ τούτων λαβεῖν καὶ τὰ περὶ τὴν πόλιν τούτοις διοικεῖν παραδοῦναι. ἀκούσαντες δὲ ταῦτα εὐθέως τὰ χρήματα οἱ παρόντες πορίσαντες ὅσα ἐκέλευσεν ἔδωκαν. ὁ δὲ τοῖς ἑτέροις πάλιν ἔδειξεν ἃ εἰληφὼς εἴη παρὰ τῶν ἑτέρων· οἱ δὲ καὶ αὐτοὶ ἔφασαν οὐκ ἐλάττω δώσειν. λαβὼν δὲ παρʼ ἀμφοτέρων κατήλλαξεν αὐτοὺς πρὸς ἀλλήλους.
15 τοῖς τε πολίταις κατιδὼν οὔσας δίκας πολλὰς, καὶ μεγάλας ἐκ πολλοῦ χρόνου ἀδικίας τουτοῖς διὰ πολέμου, δικαστήριον καθίσας προεῖπεν, ὅσοι ἂν μὴ δικάσωνται χρόνῷ ὃν ἐθηκε, μηκέτι εἶναι ὑπὲρ τῶν προτέρων ἐγκλημάτων κρίσεις. τότε δὴ παραβόλιον πολλῶν δικῶν καὶ τὰς ἐκκλήτους μετʼ ἐπιτιμίων ἐφʼ αὑτὸν ποιούμενος καὶ παρʼ ἑκατέρων ἀργύριον διʼ ἑτέρων λαμβάνων, συνήγαγεν οὐκ ὀλίγα χρήματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme