Thesauros Literature Philosophy Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Book 2

20 Διονύσιος Συρακούσιος βουλόμενος χρήματα συναγαγεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκομίζειν. αὐτὸς μὲν οὖν τῶν παρʼ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι· ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται· τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον ἔφησεν ἱεροσυλίας ἔσεσθαι.ἀνενεγκάντων δὲ πάντων ἃ εἶχον διά τε τὴν θεὸν καὶ διʼ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος. προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βουλομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.
20 τριηρεῖς τε ναυπηγεῖσθαι μέλλων ᾔδει ὅτι δεήσοιτο χρημάτων. ἐκκλησίαν οὖν συναγαγὼν ἔφη πόλιν αὑτῷ τινα προδίδοσθαι, εἰς ἣν δεῖσθαι χρημάτων, ἠξίου τε αὑτῷ τοὺς πολίτας εἰσενέγκαι δύο στατῆρας ἕκαστον· οἳ δʼ εἰσήνεγκαν. διαλιπὼν δὲ δύο ἢ τρεῖς ἡμέρας, ὡς διημαρτηκὼς τῆς πράξεως, ἐπαινέσας αὐτοὺς ἀπέδωκεν ἑκάστῳ ὃ εἰσήνεγκαν. ποιήσας δὲ τοῦτο ἀνεκτήσατο τοὺς πολίτας. εἶτα πάλιν οἰόμενοι ἀπολήψεσθαι εἰσήνεγκαν· ὃ δὲ λαβὼν εἶχεν εἰς τὴν ναυπηγίαν.
20 οὐκ εὐπορῶν δὲ ἀργυρίου νόμισμα ἔκοψε καττιτέρου, καὶ συναγαγὼν ἐκκλησίαν πολλὰ τοῦ κεκομμένου νομίσματος ὑπερεῖπεν· οἳ δὲ ἐψηφίσαντο καὶ μὴ βουλόμενοι ἕκαστος ὃ ἂν εἵλετο ἔχειν ὡς ἀργυροῦν ἀλλὰ μὴ καττιτέρινον.
20 πάλιν τε δεηθεὶς χρημάτων ἠξίου τοὺς πολίτας εἰσενεγκεῖν αὑτῷ· οἳ δʼ οὐκ ἔφασαν ἔχειν. ἐξενέγκας οὖν τὰ σκεύη τὰ παρʼ αὑτοῦ ἐπώλει, ὡς δὴ διʼ ἀπορίαν τοῦτο ποιῶν· ἀγοραζόντων δὲ Συρακουσίων ἀπεγράφετο τί ἕκαστος ἀγοράσειεν· ἐπεὶ δὲ τὴν τιμὴν κατέβαλον, ἐκέλευσε τὸ σκεῦος ἀναφέρειν ἕκαστον ὃ ἠγόρασεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme