Thesauros Literature Philosophy Οἰκονομικά

Οἰκονομικά

Οἰκονομικά Aristotle

Book 1

1 ἡ οἰκονομικὴ καὶ πολιτικὴ διαφέρει οὐ μόνον τοσοῦτον ὅσον οἰκία καὶ πόλις ʽταῦτα μὲν γὰρ αὐταῖς ἐστι τὰ ὑποκείμενἀ, ἀλλὰ καὶ ὅτι ἡ μὲν πολιτικὴ ἐκ πολλῶν ἀρχόντων ἐστίν, ἡ οἰκονομικὴ δὲ μοναρχία.
1 ἔνιαι μὲν οὖν τῶν τεχνῶν διῄρηνται, καὶ οὐ τῆς αὐτῆς ἐστι ποιῆσαι καὶ χρήσασθαι τῷ ποιηθέντι, ὥσπερ λύρᾳ καὶ αὐλοῖς· τῆς δὲ πολιτικῆς ἐστι καὶ πόλιν ἐξ ἀρχῆς συστήσασθαι καὶ ὑπαρχούσῃ χρήσασθαι καλῶς· ὥστε δῆλον ὅτι καὶ τῆς οἰκονομικῆς ἂν εἴη καὶ κτήσασθαι οἶκον καὶ χρήσασθαι αὐτῷ.
2 πόλις μὲν οὖν οἰκιῶν πλῆθός ἐστι καὶ χώρας καὶ κτημάτων αὔταρκες πρὸς τὸ εὖ ζῆν. φανερὸν δέ· ὅταν γὰρ μὴ δυνατοὶ ὦσι τούτου τυγχάνειν, διαλύεται καὶ ἡ κοινωνία. ἔτι δὲ ἕνεκα τούτου συνέρχονται. οὗ δὲ ἕνεκα ἕκαστόν ἐστι καὶ γέγονε, καὶ ἡ οὐσία αὐτοῦ τυγχάνει αὕτη οὖσα.
2 ὥστε δῆλον ὅτι πρότερον γενέσει ἡ οἰκονομικὴ πολιτικῆς ἐστι. καὶ γὰρ τὸ ἔργον. μόριον γὰρ οἰκία πόλεώς ἐστιν.
2 σκεπτέον οὖν περὶ τῆς οἰκονομικῆς καὶ τί τὸ ἔργον αὐτῆς.
1 μέρη δὲ οἰκίας ἄνθρωπός τε καὶ κτῆσίς ἐστιν. ἐπεὶ δὲ πρῶτον ἐν τοῖς ἐλαχίστοις ἡ φύσιςἑκάστου θεωρεῖται, καὶ περὶ οἰκίας ἂν ὁμοίως ἔχοι. ὥστε καθʼ Ἡσίοδον δέοι ἂν ὑπάρχειν οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα. Hes. WD 405 τὸ μὲν γὰρ τῆς τροφῆς πρῶτον, τὸ δὲ τῶν ἐλευθέρων. ὥστε δέοι ἂν τὰ περὶ τὴν τῆς γυναικὸς ὁμιλίαν οἰκονομήσασθαι καλῶς· τοῦτο δέ ἐστι τὸ ποίαν τινὰ δεῖ ταύτην εἶναι παρασκευάσαι.
2 κτήσεως δὲ πρώτη ἐπιμέλεια ἡ κατὰ φύσιν. κατὰ φύσιν δὲ γεωργικὴ προτέρα, καὶ δεύτεραι ὅσαι ἀπὸ τῆς γῆς, οἷον μεταλλευτικὴ καὶ εἴ τις ἄλλη τοιαύτη. ἡ δὲ γεωργικὴ μάλιστα, ὅτι δικαία· οὐ γὰρ ἀπʼ ἀνθρώπων, οὔθʼ ἑκόντων, ὥσπερ καπηλεία καὶ αἱ μισθαρνικαί, οὔτʼ ἀκόντων, ὥσπερ αἱ πολεμικαί. ἔτι δὲ καὶ τῶν κατὰ φύσιν· φύσει γὰρ ἀπὸ τῆς μητρὸς ἡ τροφὴ πᾶσίν ἐστιν, ὥστε καὶ τοῖς ἀνθρώποις ἀπὸ τῆς γῆς.
3 πρὸς δὲ τούτοις καὶ πρὸς ἀνδρίαν συμβάλλεται μεγάλα· οὐ γὰρ ὥσπερ αἱ βάναυσοι τὰ σώματα ἀχρεῖα ποιοῦσιν, ἀλλὰ δυνάμενα θυραυλεῖν καὶ πονεῖν, ἔτι δὲ δυνάμενα κινδυνεύειν πρὸς τοὺς πολεμίους· μόνων γὰρ τούτων τὰ κτήματα ἔξω τῶν ἐρυμάτων ἐστίν.
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme