Thesauros Literature Philosophy Περὶ ποιητικῆς

Περὶ ποιητικῆς

Περὶ ποιητικῆς Aristotle
15 περὶ δὲ τοῦ καλῶς ἢ μὴ καλῶς εἰ εἴρηταί τινι ἢ πέπρακται, οὐ μόνον σκεπτέον εἰς αὐτὸ τὸ πεπραγμένον ἢ εἰρημένον βλέποντα εἰ σπουδαῖον ἢ φαῦλον, ἀλλὰ καὶ εἰς τὸν πράττοντα ἢ λέγοντα πρὸς ὃν ἢ ὅτε ἢ ὅτῳ ἢ οὗ ἕνεκεν, οἷον εἰ μείζονος ἀγαθοῦ, ἵνα γένηται, ἢ μείζονος κακοῦ, ἵνα ἀπογένηται.
16 τὰ δὲ πρὸς τὴν λέξιν ὁρῶντα δεῖ διαλύειν, οἷον γλώττῃ τὸ οὐρῆας μὲν πρῶτον· ἴσως γὰρ οὐ τοὺς ἡμιόνους λέγει ἀλλὰ τοὺς φύλακας· καὶ τὸν Δόλωνα, ὅς ῥ’ ἦ τοι εἶδος μὲν ἔην κακός, οὐ τὸ σῶμα ἀσύμμετρον ἀλλὰ τὸ πρόσωπον αἰσχρόν, τὸ γὰρ εὐειδὲς οἱ Κρῆτες τὸ εὐπρόσωπον καλοῦσι· καὶ τὸ ζωρότερον δὲ κέραιε οὐ τὸ ἄκρατον ὡς οἰνόφλυξιν ἀλλὰ τὸ θᾶττον.
17 τὸ δὲ κατὰ μεταφορὰν εἴρηται, οἷον πάντες μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι· ἅμα δέ φησιν ἦ τοι ὅτ’ ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειεν, αὐλῶν συρίγγων τε ὅμαδον· τὸ γὰρ πάντες ἀντὶ τοῦ πολλοί κατὰ μεταφορὰν εἴρηται, τὸ γὰρ πᾶν πολύ τι. καὶ τὸ οἴη δ’ ἄμμορος κατὰ μεταφοράν, τὸ γὰρ γνωριμώτατον μόνον.
18 κατὰ δὲ προσῳδίαν, ὥσπερ Ἱππίας ἔλυεν ὁ Θάσιος, τὸ δίδομεν δέ οἱ εὖχος ἀρέσθαι καὶ τὸ μὲν οὗ καταπύθεται ὄμβρῳ.
19 τὰ δὲ διαιρέσει, οἷον Ἐμπεδοκλῆς αἶψα δὲ θνήτ’ ἐφύοντο τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι ζωρά τε πρὶν κέκρητο.
20 τὰ δὲ ἀμφιβολίᾳ, παρῴχηκεν δὲ πλέω νύξ· τὸ γὰρ πλείω ἀμφίβολόν ἐστιν.
21 τὰ δὲ κατὰ τὸ ἔθος τῆς λέξεως. τὸν κεκραμένον οἶνόν φασιν εἶναι, ὅθεν πεποίηται κνημὶς νεοτεύκτου κασσιτέροιο· καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους, ὅθεν εἴρηται ὁ Γανυμήδης Διὶ οἰνοχοεύειν, οὐ πινόντων οἶνον. εἴη δ’ ἂν τοῦτό γε καὶ κατὰ μεταφοράν.
22 δεῖ δὲ καὶ ὅταν ὄνομά τι ὑπεναντίωμά τι δοκῇ σημαίνειν, ἐπισκοπεῖν ποσαχῶς ἂν σημήνειε τοῦτο ἐν τῷ εἰρημένῳ, οἷον τῷ τῇ ῥ’ ἔσχετο χάλκεον ἔγχος
23 τὸ ταύτῃ κωλυθῆναι ποσαχῶς ἐνδέχεται, ὡδὶ ἢ ὡδί, ὡς μάλιστ’ ἄν τις ὑπολάβοι· κατὰ τὴν καταντικρὺ ἢ ὡς Γλαύκων λέγει, ὅτι ἔνιοι ἀλόγως προϋπολαμβάνουσί τι
24 καὶ αὐτοὶ καταψηφισάμενοι συλλογίζονται, καὶ ὡς εἰρηκότος ὅ τι δοκεῖ ἐπιτιμῶσιν, ἂν ὑπεναντίον ᾖ τῇ αὑτῶν οἰήσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme