Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 1

7.4 καὶ ἐὰν τὸ μέγιστον τοῦ μεγίστου ὑπερέχῃ, καὶ αὐτὰ αὐτῶν· καὶ ὅσα αὐτὰ αὐτῶν, καὶ τὸ μέγιστον τοῦ μεγίστου· οἷον εἰ ὁ μέγιστος ἀνὴρ γυναικὸς τῆς μεγίστης μείζων, καὶ ὅλως οἱ ἄνδρες τῶν γυναικῶν μείζους, καὶ εἰ οἱ ἄνδρες ὅλως τῶν γυναικῶν μείζους, καὶ ἀνὴρ ὁ μέγιστος τῆς μεγίστης γυναικὸς μείζων· ἀνάλογον γὰρ ἔχουσιν αἱ ὑπεροχαὶ τῶν γενῶν καὶ τῶν μεγίστων ἐν αὐτοῖς.
7.5 καὶ ὅταν τόδε μὲν τῷδε ἕπηται, ἐκεῖνο δὲ τούτῳ μή, ἕπηται δὲ ἢ τῷ ἅμα ἢ τῷ ἐφεξῆς ἢ τῇ δυνάμει· ἐνυπάρχει γὰρ ἡ χρῆσις ἡ τοῦ ἑπομένου ἐν τῇ θατέρου. ἕπεται δὲ ἅμα μὲν τῷ ὑγιαίνειν τὸ ζῆν, τούτῳ δὲ ἐκεῖνο οὔ, ὕστερον δὲ τῷ μανθάνειν τὸ ἐπίστασθαι, δυνάμει δὲ τῷ ἱεροσυλεῖν τὸ ἀποστερεῖν· ὁ γὰρ ἱεροσυλήσας κἂν ἀποστερήσειεν.
7.6 καὶ τὰ ὑπερέχοντα τοῦ αὐτοῦ μείζονι μείζω· ἀνάγκη γὰρ ὑπερέχειν καὶ τοῦ μείονι.
7.7 καὶ τὰ μείζονος ἀγαθοῦ ποιητικὰ μείζω· τοῦτο γὰρ ἦν τὸ μείζονος ποιητικῷ εἶναι. καὶ οὗ τὸ ποιητικὸν μεῖζον, ὡσαύτως· εἰ γὰρ τὸ ὑγιεινὸν αἱρετώτερον τοῦ ἡδέος καὶ μεῖζον ἀγαθόν, καὶ ἡ ὑγίεια τῆς ἡδονῆς μείζων.
7.8 καὶ αἱρετώτερον τὸ καθʼ αὑτὸ τοῦ μὴ καθʼ αὑτό, οἷον ἰσχὺς ὑγιεινοῦ· τὸ μὲν γὰρ οὐχ αὑτοῦ ἕνεκα, τὸ δὲ αὑτοῦ, ὅπερ ἦν τὸ ἀγαθόν.
7.9 κἂν ᾖ τὸ μὲν τέλος, τὸ δὲ μὴ τέλος· τὸ μὲν γὰρ ἄλλου ἕνεκα, τὸ δὲ αὑτοῦ, οἷον τὸ γυμνάζεσθαι τοῦ εὖ ἔχειν τὸ σῶμα.
7.10 καὶ τὸ ἧττον προσδεόμενον θατέρου ἢ ἑτέρων· αὐταρκέστερον γάρ· ἧττον δὲ προσδεῖται τὸ ἐλαττόνων ἢ ῥᾳόνων προσδεόμενον.
7.11 καὶ ὅταν τόδε μὲν ἄνευ τοῦδε μὴ ᾖ, ἢ μὴ δυνατὸν ᾖ γενέσθαι, θάτερον δὲ ἄνευ τούτου, αὐταρκέστερον δὲ τὸ μὴ δεόμενον, ὥστε φαίνεται μεῖζον ἀγαθόν.
7.12 κἂν ᾖ ἀρχή, τὸ δὲ μὴ ἀρχή, κἂν ᾖ αἴτιον, τὸ δʼ οὐκ αἴτιον, διὰ τὸ αὐτό· ἄνευ γὰρ αἰτίου καὶ ἀρχῆς ἀδύνατον εἶναι ἢ γενέσθαι. καὶ δυοῖν ἀρχαῖν τὸ ἀπὸ τῆς μείζονος ἀρχῆς μεῖζον, καὶ δυοῖν αἰτίοιν τὸ ἀπὸ τοῦ μείζονος αἰτίου μεῖζον. καὶ ἀνάπαλιν δὲ δυοῖν ἀρχαῖν ἡ τοῦ μείζονος ἀρχὴ μείζων, καὶ δυοῖν αἰτίοιν τὸ τοῦ μείζονος αἴτιον μεῖζον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme