Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 1

7.31 καὶ τὰ τῶν ὁμολογουμένων ἢ φαινομένων μεγάλων μείζω. καὶ διαιρούμενα δὲ εἰς τὰ μέρη τὰ αὐτὰ μείζω φαίνεται. πλεῖον γὰρ ὑπερέχειν φαίνεται, ὅθεν καὶ ὁ ποιητής φησι πεῖσαι τὸν Μελέαγρον ἀναστῆναι ὅσσα κάκʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· λαοὶ μὲν φθινύθουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσιν. Hom. Il. 9.592-594 καὶ τὸ συντιθέναι δὲ καὶ ἐποικοδομεῖν, ὥσπερ Ἐπίχαρμος, διά τε τὸ αὐτὸ τῇ διαιρέσει (ἡ γὰρ σύνθεσις ὑπεροχὴν δείκνυσι πολλήν) καὶ ὅτι ἀρχὴ φαίνεται μεγάλων καὶ αἴτιον.
7.32 ἐπεὶ δὲ τὸ χαλεπώτερον καὶ σπανιώτερον μεῖζον, καὶ οἱ καιροὶ καὶ αἱ ἡλικίαι καὶ οἱ τόποι καὶ οἱ χρόνοι καὶ αἱ δυνάμεις ποιοῦσι μεγάλα· εἰ γὰρ παρὰ δύναμιν καὶ παρὰ ἡλικίαν καὶ παρὰ τοὺς ὁμοίους, καὶ εἰ οὕτως ἢ ἐνταῦθα ἢ τότε, ἕξει μέγεθος καὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων καὶ τῶν ἐναντίων, ὅθεν καὶ τὸ ἐπίγραμμα τῷ Ὀλυμπιονίκῃ· πρόσθε μὲν ἀμφʼ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν ἰχθῦς ἐξ Ἄργους εἰς Τεγέαν ἔφερον, Simonides fr. 163 καὶ ὁ Ἰφικράτης αὑτὸν ἐνεκωμίαζε λέγων ἐξ ὧν ὑπῆρξεν ταῦτα.
7.33 καὶ τὸ αὐτοφυὲς τοῦ ἐπικτήτου· χαλεπώτερον γάρ. ὅθεν καὶ ὁ ποιητής φησιν αὐτοδίδακτος δʼ εἰμί. Hom. Od. 22.347
7.34 καὶ τὸ μεγάλου μέγιστον μέρος, οἷον Περικλῆς τὸν ἐπιτάφιον λέγων, τὴν νεότητα ἐκ τῆς πόλεως ἀνῃρῆσθαι ὥσπερ τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ εἰ ἐξαιρεθείη.
7.35 καὶ τὰ ἐν χρείᾳ μείζονι χρήσιμα, οἷον τὰ ἐν γήρᾳ καὶ νόσοις. καὶ δυοῖν τὸ ἐγγύτερον τοῦ τέλους. καὶ τὸ αὐτῷ τοῦ ἁπλῶς. καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου· τὸ μὲν γὰρ αὐτῷ, τὸ δʼ οὔ. καὶ τὰ ἐν τέλει τοῦ βίου· τέλη γὰρ μᾶλλον τὰ πρὸς τῷ τέλει.
7.36 καὶ τὰ πρὸς ἀλήθειαν τῶν πρὸς δόξαν· ὅρος δὲ τοῦ πρὸς δόξαν, ὃ λανθάνειν μέλλων οὐκ ἂν ἕλοιτο· διὸ καὶ τὸ εὖ πάσχειν τοῦ εὖ ποιεῖν δόξειεν ἂν αἱρετώτερον εἶναι· τὸ μὲν γὰρ κἂν λανθάνῃ αἱρήσεται, ποιεῖν δʼ εὖ λανθάνων οὐ δοκεῖ ἂν ἑλέσθαι.
7.37 καὶ ὅσα εἶναι μᾶλλον ἢ δοκεῖν βούλονται· πρὸς ἀλήθειαν γὰρ μᾶλλον· διὸ καὶ τὴν δικαιοσύνην φασὶ μικρὸν εἶναι, ὅτι δοκεῖν ἢ εἶναι αἱρετώτερον· τὸ δὲ ὑγιαίνειν οὔ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme