Book 1
10.18
τί μὲν οὖν ἐστιν ἡ ὀργή, δῆλον ἔσται ἐν τοῖς περὶ τῶν παθῶν. διʼ ἐπιθυμίαν δὲ πράττεται ὅσα φαίνεται ἡδέα. ἔστιν δὲ καὶ τὸ σύνηθες καὶ τὸ ἐθιστὸν ἐν τοῖς ἡδέσιν· πολλὰ γὰρ καὶ τῶν φύσει μὴ ἡδέων, ὅταν συνεθισθῶσιν, ἡδέως ποιοῦσιν· ὥστε συλλαβόντι εἰπεῖν, ὅσα διʼ αὑτοὺς πράττουσιν ἅπαντʼ ἐστὶν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα. ἐπεὶ δʼ ὅσα διʼ αὑτοὺς ἑκόντες πράττουσιν, οὐχ ἑκόντες δὲ ὅσα μὴ διʼ αὑτούς, πάντʼ ἂν εἴη ὅσα ἑκόντες πράττουσιν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα· τίθημι γὰρ καὶ τὴν τῶν κακῶν ἢ φαινομένων κακῶν ἢ ἀπαλλαγὴν ἢ ἀντὶ μείζονος ἐλάττονος μετάληψιν ἐν τοῖς ἀγαθοῖς (αἱρετὰ γάρ πως), καὶ τὴν τῶν λυπηρῶν ἢ φαινομένων λυπηρῶν ἢ ἀπαλλαγὴν ἢ μετάληψιν ἀντὶ μειζόνων ἐλαττόνων ἐν τοῖς ἡδέσιν ὡσαύτως. ληπτέον ἄρα τὰ συμφέροντα καὶ τὰ ἡδέα, πόσα καὶ ποῖα.
10.19
περὶ μὲν οὖν τοῦ συμφέροντος ἐν τοῖς συμβουλευτικοῖς εἴρηται πρότερον, περὶ δὲ τοῦ ἡδέος εἴπωμεν νῦν. δεῖ δὲ νομίζειν ἱκανοὺς εἶναι τοὺς ὅρους ἐὰν ὦσι περὶ ἑκάστου μήτε ἀσαφεῖς μήτε ἀκριβεῖς.
11.1
ὑποκείσθω δὴ ἡμῖν εἶναι τὴν ἡδονὴν κίνησίν τινα τῆς ψυχῆς καὶ κατάστασιν ἀθρόαν καὶ αἰσθητὴν εἰς τὴν ὑπάρχουσαν φύσιν, λύπην δὲ τοὐναντίον.
11.2
εἰ δʼ ἐστὶν ἡδονὴ τὸ τοιοῦτον, δῆλον ὅτι καὶ ἡδύ ἐστι τὸ ποιητικὸν τῆς εἰρημένης διαθέσεως, τὸ δὲ φθαρτικὸν ἢ τῆς ἐναντίας καταστάσεως ποιητικὸν λυπηρόν.
11.3
ἀνάγκη οὖν ἡδὺ εἶναι τό τε εἰς τὸ κατὰ φύσιν ἰέναι ὡς ἐπὶ τὸ πολύ, καὶ μάλιστα ὅταν ἀπειληφότα ᾖ τὴν ἑαυτῶν φύσιν τὰ κατʼ αὐτὴν γιγνόμενα, καὶ τὰ ἔθη (καὶ γὰρ τὸ εἰθισμένον ὥσπερ πεφυκὸς ἤδη γίγνεται· ὅμοιον γάρ τι τὸ ἔθος τῇ φύσει· ἐγγὺς γὰρ καὶ τὸ πολλάκις τῷ ἀεί, ἔστιν δʼ ἡ μὲν φύσις τοῦ ἀεί, τὸ δὲ ἔθος τοῦ πολλάκις),