Book 1
12.31
καὶ οὓς ἀδικήσαντες δυνήσονται πολλὰ δίκαια πράττειν, ὡς ῥᾳδίως ἰασόμενοι, ὥσπερ ἔφη Ἰάσων ὁ Θετταλὸς δεῖν ἀδικεῖν ἔνια, ὅπως δύνηται καὶ δίκαια πολλὰ ποιεῖν.
12.32
καὶ ἃ πάντες ἢ πολλοὶ ἀδικεῖν εἰώθασιν· συγγνώμης γὰρ οἴονται τεύξεσθαι.
12.33
καὶ τὰ ῥᾴδια κρύψαι· τοιαῦτα δὲ ὅσα ταχὺ ἀναλίσκεται, οἷον τὰ ἐδώδιμα, ἢ τὰ εὐμετάβλητα σχήμασιν ἢ χρώμασιν ἢ κράσεσιν, ἢ ἃ πολλαχοῦ ἀφανίσαι εὔπορον·
12.34
τοιαῦτα δὲ τὰ εὐβάστακτα καὶ ἐν μικροῖς τόποις ἀφανιζόμενα.
12.35
καὶ οἷς ἀδιάφορα καὶ ὅμοια πολλὰ προϋπῆρχεν τῷ ἀδικοῦντι. καὶ ὅσα αἰσχύνονται οἱ ἀδικηθέντες λέγειν, οἷον γυναικῶν οἰκείων ὕβρεις ἢ εἰς αὑτοὺς ἢ εἰς υἱεῖς. καὶ ὅσα φιλοδικεῖν δόξειεν ἂν ὁ ἐπεξιών· τοιαῦτα δὲ τὰ μικρὰ καὶ ἐφʼ οἷς συγγνώμη. ὡς μὲν οὖν ἔχοντες ἀδικοῦσι, καὶ ποῖα καὶ ποίους καὶ διὰ τί, σχεδὸν ταῦτʼ ἐστίν.
13.1
τὰ δʼ ἀδικήματα πάντα καὶ τὰ δικαιώματα διέλωμεν ἀρξάμενοι πρῶτον ἐντεῦθεν. ὥρισται δὴ τὰ δίκαια καὶ τὰ ἄδικα πρός τε νόμους δύο καὶ πρὸς οὕς ἐστι διχῶς.
13.2
λέγω δὲ νόμον τὸν μὲν ἴδιον, τὸν δὲ κοινόν, ἴδιον μὲν τὸν ἑκάστοις ὡρισμένον πρὸς αὑτούς, καὶ τοῦτον τὸν μὲν ἄγραφον, τὸν δὲ γεγραμμένον, κοινὸν δὲ τὸν κατὰ φύσιν. ἔστι γάρ τι ὃ μαντεύονται πάντες, φύσει κοινὸν δίκαιον καὶ ἄδικον, κἂν μηδεμία κοινωνία πρὸς ἀλλήλους ᾖ μηδὲ συνθήκη, οἷον καὶ ἡ Σοφοκλέους Ἀντιγόνη φαίνεται λέγουσα, ὅτι δίκαιον ἀπειρημένου θάψαι τὸν Πολυνείκη, ὡς φύσει ὂν τοῦτο δίκαιον· οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε ζῇ τοῦτο, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη· Soph. Ant. 456-457 καὶ ὡς Ἐμπεδοκλῆς λέγει περὶ τοῦ μὴ κτείνειν τὸ ἔμψυχον· τοῦτο γὰρ οὐ τισὶ μὲν δίκαιον τισὶ δʼ οὐ δίκαιον, ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τʼ εὐρυμέδοντος αἰθέρος ἠνεκέως τέταται διά τʼ ἀπλέτου αὐγῆς· καὶ ὡς ἐν τῷ Μεσσηνιακῷ λέγει Ἀλκιδάμας, ἐλευθέρους ἀφῆκε πάντας θεός, οὐδένα δοῦλον ἡ φύσις πεποίηκεν.