Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 1

15.21 πρὸς μὲν οὖν τὸ πιστὰς ἢ ἀπίστους κατασκευάζειν οὐδὲν διαφέρει τῆς περὶ τοὺς μάρτυρας πραγματείας· ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ ἐπιγεγραμμένοι ἢ φυλάττοντες, τοιούτως αἱ συνθῆκαι πισταί εἰσιν. ὁμολογουμένης δʼ εἶναι τῆς συνθήκης, οἰκείας μὲν οὔσης αὐξητέον· ἡ γὰρ συνθήκη νόμος ἐστὶν ἴδιος καὶ κατὰ μέρος, καὶ αἱ μὲν συνθῆκαι οὐ ποιοῦσι τὸν νόμον κύριον, οἱ δὲ νόμοι τὰς κατὰ νόμους συνθήκας, καὶ ὅλως αὐτὸς ὁ νόμος συνθήκη τίς ἐστιν, ὥστε ὅστις ἀπιστεῖ ἢ ἀναιρεῖ συνθήκην τοὺς νόμους ἀναιρεῖ.
15.22 ἔτι δὲ πράττεται τὰ πολλὰ τῶν συναλλαγμάτων καὶ τὰ ἑκούσια κατὰ συνθήκας, ὥστε ἀκύρων γιγνομένων ἀναιρεῖται ἡ πρὸς ἀλλήλους χρεία τῶν ἀνθρώπων. καὶ τἆλλα δὲ ὅσα ἁρμόττει ἐπιπολῆς ἰδεῖν ἔστιν.
15.23 ἂν δʼ ἐναντία ᾖ, καὶ μετὰ τῶν ἀμφισβητούντων, πρῶτον μέν, ἅπερ ἄν τις πρὸς νόμον ἐναντίον μαχέσαιτο, ταῦτα ἁρμόττει· ἄτοπον γὰρ εἰ τοῖς μὲν νόμοις, ἂν μὴ ὀρθῶς κείμενοι ὦσιν ἀλλʼ ἐξαμάρτωσιν οἱ τιθέμενοι, οὐκ οἰόμεθα δεῖν πείθεσθαι, ταῖς δὲ συνθήκαις ἀναγκαῖον.
15.24 εἶτα ὅτι τοῦ δικαίου ἐστὶ βραβευτὴς ὁ δικαστής· οὔκουν τοῦτο σκεπτέον, ἀλλʼ ὡς δικαιότερον·
15.25 καὶ τὸ μὲν δίκαιον οὐκ ἔστιν μεταστρέψαι οὔτʼ ἀπάτῃ οὔτʼ ἀνάγκῃ (πεφυκὸς γάρ ἐστιν), συνθῆκαι δὲ γίγνονται καὶ ἐξαπατηθέντων καὶ ἀναγκασθέντων. πρὸς δὲ τούτοις σκοπεῖν εἰ ἐναντία ἐστί τινι τῶν γεγραμμένων νόμων ἢ τῶν κοινῶν, καὶ τῶν γεγραμμένων ἢ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις, ἔπειτα εἰ ἢ ἄλλαις συνθήκαις ὑστέραις ἢ προτέραις· ἢ γὰρ αἱ ὕστεραι κύριαι, ἄκυροι δʼ αἱ πρότεραι, ἢ αἱ πρότεραι ὀρθαί, αἱ δʼ ὕστεραι ἠπατήκασιν, ὁποτέρως ἂν ᾖ χρήσιμον. ἔτι δὲ τὸ συμφέρον ὁρᾶν, εἴ που ἐναντιοῦται τοῖς κριταῖς, καὶ ὅσα ἄλλα τοιαῦτα· καὶ γὰρ ταῦτα εὐθεώρητα ὁμοίως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme