Book 2
10.6
ἐπεὶ δὲ πρὸς τοὺς ἀνταγωνιστὰς καὶ ἀντεραστὰς καὶ ὅλως τοὺς τῶν αὐτῶν ἐφιεμένους φιλοτιμοῦνται, ἀνάγκη μάλιστα τούτοις φθονεῖν, διόπερ εἴρηται καὶ κεραμεὺς κεραμεῖ. Hes. WD 25
10.8
καὶ ὧν ἢ κεκτημένων ἢ κατορθούντων ὄνειδος αὐτοῖς (εἰσὶν δὲ καὶ οὗτοι οἱ ἐγγὺς καὶ ὅμοιοι)· δῆλον γὰρ ὅτι παρʼ αὐτοὺς οὐ τυγχάνουσι τοῦ ἀγαθοῦ, ὥστε τοῦτο λυποῦν ποιεῖ τὸν φθόνον.
10.9
καὶ τοῖς ἢ ἔχουσι ταῦτα ἢ κεκτημένοις ὅσα αὐτοῖς προσῆκεν ἢ ἐκέκτηντό ποτε· διὸ πρεσβύτεροί τε νεωτέροις
10.10
καὶ οἱ πολλὰ δαπανήσαντες εἰς ταὐτὸ τοῖς ὀλίγα φθονοῦσιν.
10.7
καὶ τοῖς ταχὺ οἱ ἢ μόλις τυχόντες ἢ μὴ τυχόντες φθονοῦσιν.
10.11
δῆλον δὲ καὶ ἐφʼ οἷς χαίρουσιν οἱ τοιοῦτοι καὶ ἐπὶ τίσι καὶ πῶς ἔχοντες· ὡς γὰρ ἔχοντες λυποῦνται, οὕτως ἔχοντες ἐπὶ τοῖς ἐναντίοις ἡσθήσονται. ὥστε ἂν αὐτοὶ μὲν παρασκευασθῶσιν οὕτως ἔχειν, οἱ δʼ ἐλεεῖσθαι ἢ τυγχάνειν τινὸς ἀγαθοῦ ἀξιοῦντες ὦσιν οἷοι οἱ εἰρημένοι, δῆλον ὡς οὐ τεύξονται ἐλέου παρὰ τῶν κυρίων.
11.1
πῶς δὲ ἔχοντες ζηλοῦσι καὶ τὰ ποῖα καὶ ἐπὶ τίσιν, ἐνθένδʼ ἐστὶ δῆλον· εἰ γάρ ἐστιν ζῆλος λύπη τις ἐπὶ φαινομένῃ παρουσίᾳ ἀγαθῶν ἐντίμων καὶ ἐνδεχομένων αὐτῷ λαβεῖν περὶ τοὺς ὁμοίους τῇ φύσει, οὐχ ὅτι ἄλλῳ ἀλλʼ ὅτι οὐχὶ καὶ αὑτῷ ἔστιν (διὸ καὶ ἐπιεικές ἐστιν ὁ ζῆλος καὶ ἐπιεικῶν, τὸ δὲ φθονεῖν φαῦλον καὶ φαύλων· ὁ μὲν γὰρ αὑτὸν παρασκευάζει διὰ τὸν ζῆλον τυγχάνειν τῶν ἀγαθῶν, ὁ δὲ τὸν πλησίον μὴ ἔχειν διὰ τὸν φθόνον), ἀνάγκη δὴ ζηλωτικοὺς μὲν εἶναι τοὺς ἀξιοῦντας αὑτοὺς ἀγαθῶν ὧν μὴ ἔχουσιν, ἐνδεχομένων αὐτοῖς λαβεῖν· οὐδεὶς γὰρ ἀξιοῖ τὰ φαινόμενα ἀδύνατα (διὸ οἱ νέοι καὶ οἱ μεγαλόψυχοι τοιοῦτοι).
11.2
καὶ οἷς ὑπάρχει τοιαῦτα ἀγαθὰ ἃ τῶν ἐντίμων ἄξιά ἐστιν ἀνδρῶν· ἔστι δὲ ταῦτα πλοῦτος καὶ πολυφιλία καὶ ἀρχαὶ καὶ ὅσα τοιαῦτα· ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι, οἷα προσήκει τοῖς ἀγαθῶς ἔχουσι, ζηλοῦσι τὰ τοιαῦτα τῶν ἀγαθῶν. καὶ οὓς οἱ ἄλλοι ἀξιοῦσιν.
11.3
καὶ ὧν πρόγονοι ἢ συγγενεῖς ἢ οἰκεῖοι ἢ τὸ ἔθνος ἢ ἡ πόλις ἔντιμοι, ζηλωτικοὶ περὶ ταῦτα· οἰκεῖα γὰρ οἴονται αὑτοῖς εἶναι, καὶ ἄξιοι εἶναι τούτων.