Book 2
23.19
ἄλλος ἐκ τοῦ μὴ ταὐτὸ ἀεὶ αἱρεῖσθαι ὕστερον καὶ πρότερον, ἀλλʼ ἀνάπαλιν, οἷον τόδε τὸ ἐνθύμημα, ἦ φεύγοντες μὲν ἐμαχόμεθα ὅπως κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα ὅπως μὴ μαχώμεθα; ὁτὲ μὲν γὰρ τὸ μένειν ἀντὶ τοῦ μάχεσθαι ᾑροῦντο, ὁτὲ δὲ τὸ μὴ μάχεσθαι ἀντὶ τοῦ μὴ μένειν.
23.20
ἄλλος τὸ οὗ ἕνεκʼ ἂν εἴη ἢ γένοιτο, τούτου ἕνεκα φάναι εἶναι ἢ γεγενῆσθαι, οἷον εἰ δοίη ἄν τίς τινι ἵνʼ ἀφελόμενος λυπήσῃ, ὅθεν καὶ τοῦτʼ εἴρηται, πολλοῖς ὁ δαίμων οὐ κατʼ εὔνοιαν φέρων μεγάλα δίδωσιν εὐτυχήματʼ, ἀλλʼ ἵνα τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας. καὶ τὸ ἐκ τοῦ Μελεάγρου τοῦ Ἀντιφῶντος, οὐχ ὡς κτάνωσι θῆρʼ, ὅπως δὲ μάρτυρες ἀρετῆς γένωνται Μελεάγρῳ πρὸς Ἑλλάδα. Antiphon fr. 2 καὶ τὸ ἐκ τοῦ Αἴαντος τοῦ Θεοδέκτου, ὅτι ὁ Διομήδης προείλετο Ὀδυσσέα οὐ τιμῶν, ἀλλʼ ἵνα ἥττων ᾖ ὁ ἀκολουθῶν· ἐνδέχεται γὰρ τούτου ἕνεκα ποιῆσαι.
23.21
ἄλλος, κοινὸς καὶ τοῖς ἀμφισβητοῦσιν καὶ τοῖς συμβουλεύουσι, σκοπεῖν τὰ προτρέποντα καὶ ἀποτρέποντα, καὶ ὧν ἕνεκα καὶ πράττουσι καὶ φεύγουσιν· ταῦτα γάρ ἐστιν ἃ ἐὰν μὲν ὑπάρχῃ δεῖ πράττειν, ἐὰν δὲ μὴ ὑπάρχῃ, μὴ πράττειν, οἷον, εἰ δυνατὸν καὶ ῥᾴδιον καὶ ὠφέλιμον ἢ αὐτῷ ἢ φίλοις ἢ βλαβερὸν ἐχθροῖς, κἂν ᾖ ἐπιζήμιον, εἰ ἐλάττων ἡ ζημία τοῦ πράγματος, καὶ προτρέπονται δʼ ἐκ τούτων καὶ ἀποτρέπονται ἐκ τῶν ἐναντίων. ἐκ δὲ τῶν αὐτῶν τούτων καὶ κατηγοροῦσι καὶ ἀπολογοῦνται· ἐκ μὲν τῶν ἀποτρεπόντων ἀπολογοῦνται, ἐκ δὲ τῶν προτρεπόντων κατηγοροῦσιν. ἔστι δʼ ὁ τόπος οὗτος ὅλη τέχνη ἥ τε Παμφίλου καὶ ἡ Καλλίππου.
23.22
ἄλλος ἐκ τῶν δοκούντων μὲν γίγνεσθαι ἀπίστων δέ, ὅτι οὐκ ἂν ἔδοξαν, εἰ μὴ ἦν ἢ ἐγγὺς ἦν. καὶ ὅτι μᾶλλον· ἢ γὰρ τὰ ὄντα ἢ τὰ εἰκότα ὑπολαμβάνουσιν· εἰ οὖν ἄπιστον καὶ μὴ εἰκός, ἀληθὲς ἂν εἴη· οὐ γὰρ διά γε τὸ εἰκὸς καὶ πιθανὸν δοκεῖ οὕτως· οἷον Ἀνδροκλῆς ἔλεγεν ὁ Πιτθεὺς κατηγορῶν τοῦ νόμου, ἐπεὶ ἐθορύβησαν αὐτῷ εἰπόντι, δέονται οἱ νόμοι νόμου τοῦ διορθώσοντος, καὶ γὰρ οἱ ἰχθύες ἁλός, καίτοι οὐκ εἰκὸς οὐδὲ πιθανὸν ἐν ἅλμῃ τρεφομένους δεῖσθαι ἁλός, καὶ τὰ στέμφυλα ἐλαίου, καίτοι ἄπιστον, ἐξ ὧν ἔλαιον γίγνεται, ταῦτα δεῖσθαι ἐλαίου.