Book 2
25.14
τὰ δὲ τεκμήρια καὶ τεκμηριώδη ἐνθυμήματα κατὰ μὲν τὸ ἀσυλλόγιστον οὐκ ἔσται λῦσαι (δῆλον δὲ καὶ τοῦθʼ ἡμῖν ἐκ τῶν Ἀναλυτικῶν), λείπεται δʼ ὡς οὐχ ὑπάρχει τὸ λεγόμενον δεικνύναι. εἰ δὲ φανερὸν καὶ ὅτι ὑπάρχει καὶ ὅτι τεκμήριον, ἄλυτον ἤδη γίγνεται τοῦτο· πάντα γὰρ γίγνεται ἀπόδειξις ἤδη φανερά.
26.1
τὸ δʼ αὔξειν καὶ μειοῦν οὐκ ἔστιν ἐνθυμήματος στοιχεῖον· τὸ γὰρ αὐτὸ λέγω στοιχεῖον καὶ τόπον· ἔστιν γὰρ στοιχεῖον καὶ τόπος εἰς ὃ πολλὰ ἐνθυμήματα ἐμπίπτει. τὸ δʼ αὔξειν καὶ μειοῦν ἐστὶν ἐνθυμήματα πρὸς τὸ δεῖξαι ὅτι μέγα ἢ μικρόν, ὥσπερ καὶ ὅτι ἀγαθὸν ἢ κακόν, ἢ δίκαιον ἢ ἄδικον, καὶ τῶν ἄλλων ὁτιοῦν.
26.2
ταῦτα δʼ ἐστὶν πάντα περὶ ἃ οἱ συλλογισμοὶ καὶ τὰ ἐνθυμήματα, ὥστʼ εἰ μηδὲ τούτων ἕκαστον ἐνθυμήματος τόπος, οὐδὲ τὸ αὔξειν καὶ μειοῦν.
26.3
οὐδὲ τὰ λυτικὰ ἐνθυμήματος εἶδός τί ἐστιν ἄλλο τῶν κατασκευαστικῶν· δῆλον γὰρ ὅτι λύει μὲν ἢ δείξας ἢ ἔνστασιν ἐνεγκών, ἀνταποδείκνυσι δὲ τὸ ἀντικείμενον, οἷον εἰ ἔδειξε ὅτι γέγονεν, οὗτος ὅτι οὐ γέγονεν, εἰ δὲ ὅτι οὐ γέγονεν, οὗτος ὅτι γέγονεν· ὥστε αὕτη μὲν οὐκ ἂν εἴη ἡ διαφορά (τοῖς αὐτοῖς γὰρ χρῶνται ἀμφότεροι· ὅτι γὰρ οὐκ ἔστιν ἢ ἔστιν, ἐνθυμήματα φέρουσιν)·
26.4
ἡ δʼ ἔνστασις οὐκ ἔστιν ἐνθύμημα, ἀλλά, καθάπερ ἐν τοῖς Τοπικοῖς, τὸ εἰπεῖν δόξαν τινὰ ἐξ ἧς ἔσται δῆλον ὅτι οὐ συλλελόγισται ἢ ὅτι ψεῦδός τι εἴληφεν.
26.5
ἐπεὶ δὲ τρία ἔστιν ἃ δεῖ πραγματευθῆναι περὶ τὸν λόγον, ὑπὲρ μὲν παραδειγμάτων καὶ γνωμῶν καὶ ἐνθυμημάτων καὶ ὅλως τῶν περὶ τὴν διάνοιαν, ὅθεν τε εὐπορήσομεν καὶ ὡς αὐτὰ λύσομεν, εἰρήσθω ἡμῖν τοσαῦτα, λοιπὸν δὲ διελθεῖν περὶ λέξεως καὶ τάξεως.