Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 2

3.13 παύει δὲ καὶ ἑτέρου ὀργὴν μείζω ἡ παρʼ ἄλλου ληφθεῖσα τιμωρία πρότερον· διὸ εὖ Φιλοκράτης, εἰπόντος τινός, ὀργιζομένου τοῦ δήμου, τί οὐκ ἀπολογεῖ;, οὔπω γε, ἔφη. ἀλλὰ πότε; ὅταν ἴδω ἄλλον διαβεβλημένον· πρᾶοι γὰρ γίγνονται ὅταν εἰς ἄλλον τὴν ὀργὴν ἀναλώσωσιν, ὃ συνέβη ἐπὶ Ἐργοφίλου· μᾶλλον γὰρ χαλεπαίνοντες ἢ Καλλισθένει ἀφεῖσαν διὰ τὸ Καλλισθένους τῇ προτεραίᾳ καταγνῶναι θάνατον.
3.14 καὶ ἐὰν ἕλωσιν. καὶ ἐὰν μεῖζον κακὸν πεπονθότες ὦσιν ἢ ὃ ὀργιζόμενοι ἂν ἔδρασαν· ὥσπερ εἰληφέναι γὰρ οἴονται τιμωρίαν.
3.15 καὶ ἐὰν ἀδικεῖν οἴωνται αὐτοὶ καὶ δικαίως πάσχειν, οὐ γίγνεται ἡ ὀργὴ πρὸς τὸ δίκαιον· οὐ γὰρ ἔτι παρὰ τὸ προσῆκον νομίζουσι πάσχειν, ἡ δʼ ὀργὴ τοῦτο ἦν· διὸ δεῖ τῷ λόγῳ προκολάζειν· ἀγανακτοῦσιν γὰρ ἧττον κολαζόμενοι καὶ οἱ δοῦλοι.
3.16 καὶ ἐὰν μὴ αἰσθήσεσθαι οἴωνται ὅτι διʼ αὑτοὺς καὶ ἀνθʼ ὧν ἔπαθον· ἡ γὰρ ὀργὴ πρὸς τὸν καθʼ ἕκαστόν ἐστιν· δῆλον δʼ ἐκ τοῦ ὁρισμοῦ· διὸ ὀρθῶς πεποίηται φάσθαι Ὀδυσσῆα πτολιπόρθιον, Hom. Od. 9.504 ὡς οὐ τετιμωρημένος εἰ μὴ ᾔσθετο καὶ ὑφʼ ὅτου καὶ ἀνθʼ ὅτου· ὥστε οὔτε τοῖς ἄλλοις ὅσοι μὴ αἰσθάνονται ὀργίζονται, οὔτε τοῖς τεθνεῶσιν ἔτι, ὡς πεπονθόσι τε τὸ ἔσχατον καὶ οὐκ ἀλγήσουσιν οὐδʼ αἰσθησομένοις, οὗ οἱ ὀργιζόμενοι ἐφίενται· διὸ εὖ περὶ τοῦ Ἕκτορος ὁ ποιητής, παῦσαι βουλόμενος τὸν Ἀχιλλέα τῆς ὀργῆς τεθνεῶτος, κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. Hom. Il. 24.54
3.17 δῆλον οὖν ὅτι τοῖς καταπραΰνειν βουλομένοις ἐκ τούτων τῶν τόπων λεκτέον, αὑτοὺς μὲν παρασκευάζουσι τοιούτους, οἷς δʼ ὀργίζονται ἢ φοβεροὺς ἢ αἰσχύνης ἀξίους ἢ κεχαρισμένους ἢ ἄκοντας ἢ ὑπεραλγοῦντας τοῖς πεποιημένοις.
4.1 τίνας δὲ φιλοῦσι καὶ μισοῦσι, καὶ διὰ τί, τὴν φιλίαν καὶ τὸ φιλεῖν ὁρισάμενοι λέγωμεν.
4.2 ἔστω δὴ τὸ φιλεῖν τὸ βούλεσθαί τινι ἃ οἴεται ἀγαθά, ἐκείνου ἕνεκα ἀλλὰ μὴ αὑτοῦ, καὶ τὸ κατὰ δύναμιν πρακτικὸν εἶναι τούτων. φίλος δέ ἐστιν ὁ φιλῶν καὶ ἀντιφιλούμενος· οἴονται δὲ φίλοι εἶναι οἱ οὕτως ἔχειν οἰόμενοι πρὸς ἀλλήλους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme