Thesauros Literature Philosophy Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Book 3

11.8 ἐν ἅπασι δὲ τούτοις, ἐὰν προσηκόντως τὸ ὄνομα ἐνέγκῃ ὁμωνυμίᾳ ἢ μεταφορᾷ, τότε τὸ εὖ. οἷον Ἀνάσχετος οὐκ ἀνασχετός ὁμωνυμίᾳ ἀπέφησε, ἀλλὰ προσηκόντως, εἰ ἀηδής. καὶ οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος· ξένος γὰρ οὐ μᾶλλον ἤ σε δεῖ τὸ αὐτὸ καὶ οὐ δεῖ τὸν ξένον ξένον ἀεὶ εἶναι· ἀλλότριον γὰρ καὶ τοῦτο. τὸ αὐτὸ καὶ τὸ Ἀναξανδρίδου τὸ ἐπαινούμενον, καλόν γʼ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον· Anaxandrides fr. 64 ταὐτὸ γάρ ἐστι τῷ εἰπεῖν ἄξιόν γʼ ἀποθανεῖν μὴ ὄντα ἄξιον ἀποθανεῖν, ἢ ἄξιόν γʼ ἀποθανεῖν μὴ θανάτου ἄξιον ὄντα, ἢ μὴ ποιοῦντα θανάτου ἄξια.
11.9 τὸ μὲν οὖν εἶδος τὸ αὐτὸ τῆς λέξεως τούτων· ἀλλʼ ὅσῳ ἂν ἐν ἐλάττονι καὶ ἀντικειμένως λεχθῇ, τοσούτῳ εὐδοκιμεῖ μᾶλλον. τὸ δʼ αἴτιον ὅτι ἡ μάθησις διὰ μὲν τὸ ἀντικεῖσθαι μᾶλλον, διὰ δὲ τὸ ἐν ὀλίγῳ θᾶττον γίνεται.
11.10 δεῖ δʼ ἀεὶ προσεῖναι ἢ τὸ πρὸς ὃν λέγεται ἢ ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἔσται· ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἷον ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα ἀλλʼ οὐκ ἀστεῖον, τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον, ἀλλʼ οὐκ ἀστεῖον, ἀλλʼ ἢ ἐὰν ἅμα ἄμφω ἔχῃ· ἄξιόν γʼ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν. ὅσῳ δʼ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἷον εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἴη καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσις καὶ παρίσωσις, καὶ ἔχοι ἐνέργειαν.
11.11 εἰσὶν δὲ καὶ αἱ εἰκόνες, ὥσπερ εἴρηται καὶ ἐν τοῖς ἄνω, αἱ εὐδοκιμοῦσαι τρόπον τινὰ μεταφοραί· ἀεὶ γὰρ ἐκ δυοῖν λέγονται, ὥσπερ ἡ ἀνάλογον μεταφορά, οἷον ἡ ἀσπίς, φαμέν, ἐστι φιάλη Ἄρεως, καὶ τὸ τόξον φόρμιγξ ἄχορδος. οὕτω μὲν οὖν λέγουσιν οὐχ ἁπλοῦν, τὸ δʼ εἰπεῖν τὸ τόξον φόρμιγγα ἢ τὴν ἀσπίδα φιάλην ἁπλοῦν.
11.12 καὶ εἰκάζουσιν δὲ οὕτως, οἷον πιθήκῳ αὐλητήν, λύχνῳ ψακαζομένῳ εἰς μύωπα· ἄμφω γὰρ συνάγεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme