Book 3
11.13
τὸ δὲ εὖ ἐστὶν ὅταν μεταφορὰ ᾖ· ἔστιν γὰρ εἰκάσαι τὴν ἀσπίδα φιάλῃ Ἄρεως καὶ τὸ ἐρείπιον ῥάκει οἰκίας, καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψῳδοῦντα, κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι. ἐν οἷς μάλιστά τʼ ἐκπίπτουσιν οἱ ποιηταὶ ἐὰν μὴ εὖ, καὶ ἐὰν εὖ, εὐδοκιμοῦσιν· λέγω δʼ ὅταν ἀποδιδῶσιν· ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ. καὶ τὰ τοιαῦτα πάντʼ εἰκόνες εἰσίν. αἱ δʼ εἰκόνες ὅτι μεταφοραί, εἴρηται πολλάκις.
11.14
καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπʼ εἴδους ἐπʼ εἶδος εἰσίν· οἷον ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, ὡς ὁ Καρπάθιός, φασιν, τὸν λαγώ· ἄμφω γὰρ τὸ εἰρημένον πεπόνθασιν. ὅθεν μὲν οὖν τὰ ἀστεῖα λέγεται καὶ διότι, σχεδὸν εἴρηται τὸ αἴτιον·
11.15
εἰσὶν δὲ καὶ αἱ εὐδοκιμοῦσαι ὑπερβολαὶ μεταφοραί, οἷον εἰς ὑπωπιασμένον ᾠήθητε δʼ ἂν αὐτὸν εἶναι συκαμίνων κάλαθον· ἐρυθρὸν γάρ τι τὸ ὑπώπιον, ἀλλὰ τοῦτο πολὺ σφόδρα. τὸ δὲ ὥσπερ τὸ καὶ τὸ ὑπερβολὴ τῇ λέξει διαφέρουσα. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ, ᾠήθης δʼ ἂν αὐτὸν Φιλάμμωνα εἶναι μαχόμενον τῷ κωρύκῳ. ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν, ᾠήθης δʼ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν, οὕτως οὖλα.
11.16
εἰσὶ δʼ αἱ ὑπερβολαὶ μειρακιώδεις· σφοδρότητα γὰρ δηλοῦσιν. διὸ ὀργιζόμενοι λέγουσιν μάλιστα· οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ· Hom. Il. 9.385 διὸ πρεσβυτέρῳ λέγειν ἀπρεπές· χρῶνται δὲ μάλιστα τούτῳ Ἀττικοὶ ῥήτορες.
12.1
δεῖ δὲ μὴ λεληθέναι ὅτι ἄλλη ἑκάστῳ γένει ἁρμόττει λέξις. οὐ γὰρ ἡ αὐτὴ γραφικὴ καὶ ἀγωνιστική, οὐδὲ δημηγορικὴ καὶ δικανική. ἄμφω δὲ ἀνάγκη εἰδέναι· τὸ μὲν γάρ ἐστιν ἑλληνίζειν ἐπίστασθαι, τὸ δὲ μὴ ἀναγκάζεσθαι κατασιωπᾶν ἄν τι βούληται μεταδοῦναι τοῖς ἄλλοις, ὅπερ πάσχουσιν οἱ μὴ ἐπιστάμενοι γράφειν.