Book 3
14.10
ὅτι δὲ πρὸς τὸν ἀκροατὴν οὐχ ᾗπερ ὁ ἀκροατής, δῆλον· πάντες γὰρ ἢ διαβάλλουσιν ἢ φόβους ἀπολύονται ἐν τοῖς προοιμίοις· ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως σπουδῆς ὕπο, Soph. Ant. 223 τί φροιμιάζῃ;, Eur. IT 1162 καὶ οἱ πονηρὸν τὸ πρᾶγμα ἔχοντες ἢ δοκοῦντες· πανταχοῦ γὰρ βέλτιον διατρίβειν ἢ ἐν τῷ πράγματι, διὸ οἱ δοῦλοι οὐ τὰ ἐρωτώμενα λέγουσιν ἀλλὰ τὰ κύκλῳ, καὶ προοιμιάζονται.
14.11
πόθεν δʼ εὔνους δεῖ ποιεῖν, εἴρηται, καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων. ἐπεὶ δʼ εὖ λέγεται δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν, Hom. Od. 7.327 τούτων δεῖ δύο στοχάζεσθαι. ἐν δὲ τοῖς ἐπιδεικτικοῖς οἴεσθαι δεῖ ποιεῖν συνεπαινεῖσθαι τὸν ἀκροατήν, ἢ αὐτὸν ἢ γένος ἢ ἐπιτηδεύματʼ αὐτοῦ ἢ ἄλλως γέ πως· ὃ γὰρ λέγει Σωκράτης ἐν τῷ ἐπιταφίῳ, ἀληθές, ὅτι οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν, ἀλλʼ ἐν Λακεδαιμονίοις.
14.12
τὰ δὲ τοῦ δημηγορικοῦ ἐκ τῶν τοῦ δικανικοῦ λόγου ἐστίν, φύσει δὲ ἥκιστα ἔχει· καὶ γὰρ καὶ περὶ οὗ ἴσασιν, καὶ οὐδὲν δεῖται τὸ πρᾶγμα προοιμίου, ἀλλʼ ἢ διʼ αὐτὸν ἢ τοὺς ἀντιλέγοντας, ἢ ἐὰν μὴ ἡλίκον βούλει ὑπολαμβάνωσιν, ἀλλʼ ἢ μεῖζον ἢ ἔλαττον, διὸ ἢ διαβάλλειν ἢ ἀπολύεσθαι ἀνάγκη, καὶ ἢ αὐξῆσαι ἢ μειῶσαι. τούτων δὲ ἕνεκα προοιμίου δεῖται, ἢ κόσμου χάριν, ὡς αὐτοκάβδαλα φαίνεται ἐὰν μὴ ἔχῃ. τοιοῦτον γὰρ τὸ Γοργίου ἐγκώμιον εἰς Ἠλείους· οὐδὲν γὰρ προεξαγκωνίσας οὐδὲ προανακινήσας εὐθὺς ἄρχεται Ἦλις, πόλις εὐδαίμων.
15.1
περὶ δὲ διαβολῆς ἓν μὲν τὸ ἐξ ὧν ἄν τις ὑπόληψιν δυσχερῆ ἀπολύσαιτο (οὐθὲν γὰρ διαφέρει εἴτε εἰπόντος τινὸς εἴτε μή, ὥστε τοῦτο καθόλου)·
15.2
ἄλλος τόπος ὥστε πρὸς τὰ ἀμφισβητούμενα ἀπαντᾶν, ἢ ὡς οὐκ ἔστιν, ἢ ὡς οὐ βλαβερὸν ἢ οὐ τούτῳ, ἢ ὡς οὐ τηλικοῦτον, ἢ οὐκ ἄδικον ἢ οὐ μέγα, ἢ οὐκ αἰσχρὸν ἢ οὐκ ἔχον μέγεθος· περὶ γὰρ τοιούτων ἡ ἀμφισβήτησις, ὥσπερ Ἰφικράτης πρὸς Ναυσικράτην· ἔφη γὰρ ποιῆσαι ὃ ἔλεγεν καὶ βλάψαι, ἀλλʼ οὐκ ἀδικεῖν. ἢ ἀντικαταλλάττεσθαι ἀδικοῦντα, εἰ βλαβερόν, ἀλλʼ οὖν καλόν, εἰ λυπηρόν, ἀλλʼ ὠφέλιμον, ἤ τι ἄλλο τοιοῦτον.