Book 3
3.1
τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἷον Λυκόφρων τὸν πολυπρόσωπον οὐρανὸν τῆς μεγαλοκορύφου γῆς, καὶ ἀκτὴν δὲ στενοπόρον, καὶ ὡς Γοργίας ὠνόμαζεν πτωχομουσοκόλοκας ἐπιορκήσαντας κατʼ εὐορκήσαντος, καὶ ὡς Ἀλκιδάμας μένους μὲν τὴν ψυχὴν πληρουμένην, πυρίχρων δὲ τὴν ὄψιν γιγνομένην, καὶ τελεσφόρον ᾠήθη τὴν προθυμίαν αὐτῶν γενήσεσθαι, καὶ τελεσφόρον τὴν πειθὼ τῶν λόγων κατέστησεν, καὶ κυανόχρων τὸ τῆς θαλάττης ἔδαφος· πάντα ταῦτα γὰρ ποιητικὰ διὰ τὴν δίπλωσιν φαίνεται.
3.2
μία μὲν οὖν αὕτη αἰτία,μία δὲ τὸ χρῆσθαι γλώτταις, οἷον Λυκόφρων Ξέρξην πέλωρον ἄνδρα, καὶ Σκίρων σίνις ἀνήρ, καὶ Ἀλκιδάμας ἄθυρμα τῇ ποιήσει, καὶ τὴν τῆς φύσεως ἀτασθαλίαν, καὶ ἀκράτῳ τῆς διανοίας ὀργῇ τεθηγμένον.