Thesauros Literature Philosophy περὶ Ἀρετῶν καὶ Κακιῶν

περὶ Ἀρετῶν καὶ Κακιῶν

περὶ Ἀρετῶν καὶ Κακιῶν Aristotle
1249 ἀφροσύνη δʼ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν κακῶς. ὀργιλότης δʼ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθʼ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δʼ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθʼ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα τῶν περὶ θάνατον. ἀκολασία δʼ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. περὶ μὲν τῆς ἀκρατείας οὐδέν· οὕτω δὲ σὺ δύνασαι ὁρίζειν. ἀκράτεια δʼ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. ἀδικία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme