Thesauros Literature Philosophy περὶ Ἀρετῶν καὶ Κακιῶν

περὶ Ἀρετῶν καὶ Κακιῶν

περὶ Ἀρετῶν καὶ Κακιῶν Aristotle
1249 τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν τῶν χρησίμων πάντων. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει· ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια. πραότητος δʼ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. ἀνδρείας δʼ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ εὔτολμον πρὸς τοὺς κινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον εἶναι. ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι. παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος, ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία. σωφροσύνης δʼ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης, αἰδώς, εὐλάβεια. ἐγκρατείας δʼ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομονητικὸν εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης. δικαιοσύνης δʼ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατʼ ἀξίαν, καὶ σώζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ σώζειν τοὺς γεγραμμένους νόμους, καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι, καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας. ἔστι δὲ πρώτη τῶν δικαιοσυνῶν πρὸς τοὺς θεούς, εἶτα πρὸς δαίμονας, εἶτα πρὸς πατρίδα καὶ γονεῖς, εἶτα πρὸς τοὺς κατοιχομένους· ἐν οἷς ἐστὶν ἡ εὐσέβεια, ἤτοι μέρος οὖσα δικαιοσύνης ἢ παρακολουθοῦσα. ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ὁσιότης καὶ ἀλήθεια καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία. ἐλευθεριότητος δʼ ἐστὶ τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, καὶ δαψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ, καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ περὶ ἐσθῆτα καθαρὸς καὶ περὶ οἴκησιν, καὶ κατασκευαστικὸς τῶν περιττῶν καὶ καλῶν καὶ διαγωγὴν ἐχόντων ἡδεῖαν ἄνευ τοῦ λυσιτελοῦντος, καὶ θρεπτικὸς τῶν ζῴων τῶν ἴδιον ἐχόντων τι ἢ θαυμαστόν. ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον. μεγαλοψυχίας δʼ ἐστὶ τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. ἔστι δὲ μεγαλόψυχος οὔθʼ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔθʼ ὁ φιλόζωος. ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ ἀλήθεια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme