1249
ἀδικίας δʼ ἐστὶν εἴδη τρία, ἀσέβεια πλεονεξία ὕβρις. ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας ἢ καὶ περὶ τοὺς κατοιχομένους, καὶ περὶ γονεῖς καὶ περὶ πατρίδα· πλεονεξία δὲ περὶ τὰ συμβόλαια, παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον· ὕβρις δέ, καθʼ ἣν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν, εἰς ὄνειδος ἀγαγόντες ἑτέρους, ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει ἥτις κερδαίνουσʼ οὐδὲν ὅμως ἀδικεῖ. ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι, τὸ ψεύδεσθαι, τὸ ἐπιορκεῖν, τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰς πίστεις. ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία, ἀλαζονεία, φιλανθρωπία προσποίητος, κακοήθεια, πανουργία. ἀνελευθερίας δʼ ἐστὶν εἴδη τρία, αἰσχροκερδία φειδωλία κιμβεία. αἰσχροκερδία μέν, καθʼ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν, καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται· φειδωλία δʼ ἐστὶ καθʼ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον· κιμβεία δʼ ἐστὶ καθʼ ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον. ἔστι δὲ τῆς ἀνελευθερίας τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα, καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος. ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι μικρολογία, βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία, ἀγένεια, μισανθρωπία. μικροψυχίας δʼ ἐστὶ τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε ἀτυχίαν δύνασθαι φέρειν, ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δʼ ἄτην καὶ ἀτυχίαν κρίνειν μεγάλην, ὀδύρεσθαι δʼ ἐπὶ πᾶσι καὶ δυσφορεῖν. ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν, καὶ τὰ διʼ ἄγνοιαν ἢ λήθην γιγνόμενα. ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία, μεμψιμοιρία, δυσελπιστία, ταπεινότης.