1249
καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν τὴν διάθεσιν περὶ τὴν ψυχήν, ἠρεμαίαις καὶ τεταγμέναις κινήσεσι χρωμένην, συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη· διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς σπουδαία διάθεσις. ἔστι δὲ ἀρετῆς καὶ τὸ εὐεργετεῖν τοὺς ἀξίους, καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, καὶ τὸ μήτε κολαστικὸν εἶναι μήτε τιμωρητικόν, ἀλλὰ ἵλεων καὶ εὐμενικὸν καὶ συγγνωμονικόν. ἀκολουθεῖ δὲ τῇ ἀρετῇ χρηστότης, ἐπιείκεια, εὐγνωμοσύνη, ἐλπὶς ἀγαθή. ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον φίλοικον εἶναι καὶ φιλόφιλον, φιλέταιρον, φιλόξενον, φιλάνθρωπον καὶ φιλόκαλον· ἃ δὴ πάντα τῶν ἐπαινουμένων ἐστίν. τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία.