1249
ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δʼ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δʼ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπʼ αὐτῶν καὶ τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ ἀρετή ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ ἡ ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. κακία δʼ ἐστὶ τοῦ μὲν λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία.
1249
ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δʼ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθʼ ἣν ὑπὸ ὀργῆς γίνονται δυσκίνητοι. ἀνδρεία δʼ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθʼ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. σωφροσύνη δʼ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκράτεια δʼ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. δικαιοσύνη δʼ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατʼ ἀξίαν. ἐλευθεριότης δʼ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. μεγαλοψυχία δʼ ἐστὶν ἀρετὴ ψυχῆς, καθʼ ἣν δύναται φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.