13.9
καὶ ἀπαγορεύοντος τοῦ ἰατροῦ, ὅπως μὴ δώσει οἶνον τῷ μαλακιζομένῳ, φήσας βούλεσθαι διάπειραν λαμβάνειν εὐτρεπίσαι τὸν κακῶς ἔχοντα.
13.10
καὶ γυναικὸς δὲ τελευτησάσης ἐπιγράψαι ἐπὶ τὸ μνῆμα τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ αὐτῆς τῆς γυναικὸς τοὔνομα καὶ ποδαπή ἐστι, καὶ προσεπιγράψαι, ὅτι οὗτοι πάντες χρηστοὶ ἦσαν·
13.11
καὶ ὀμνύναι μέλλων εἰπεῖν πρὸς τοὺς περιεστηκότας, ὅτι καὶ πρότερον πολλάκις ὀμώμοκα.
ἀναισθησίας ΙΔʼ
14.1
ἔστι δὲ ἡ ἀναισθησία, ὡς ὅρῳ εἰπεῖν, βραδυτὴς ψυχῆς ἐν λόγοις καὶ πράξεσιν,
14.2
ὁ δὲ ἀναίσθητος τοιοῦτός τις, οἷος λογισάμενος ταῖς ψήφοις καὶ κεφάλαιον ποιήσας ἐρωτᾶν τὸν παρακαθήμενον· τί γίγνεται;
14.3
καὶ δίκην φεύγων καὶ ταύτην εἰσιέναι μέλλων ἐπιλαθόμενος εἰς ἀγρὸν πορεύεσθαι.
14.4
καὶ θεωρῶν ἐν τῷ θεάτρῳ μόνος καταλείπεσθαι καθεύδων. καὶ πολλὰ φαγών,
14.5
τῆς νυκτὸς ἀναστὰς ὡς ἐπὶ θάκου ὑπὸ κυνὸς τῆς τοῦ γείτονος δηχθῆναι.
14.6
καὶ λαβών τι καὶ ἀποθεὶς αὐτός, τοῦτο ζητεῖν καὶ μὴ δύνασθαι εὑρεῖν.
14.7
καὶ ἀπαγγέλλοντος αὐτῷ, ὅτι τετελεύτηκέ τις αὐτοῦ τῶν φίλων, ἵνα παραγένηται, σκυθρωπάσας καὶ δακρύσας εἰπεῖν· ἀγαθῇ τύχῃ.
14.8
δεινὸς δὲ καὶ ἀπολαμβάνων ἀργύριον ὀφειλόμενον μάρτυρας παραλαβεῖν.
14.9
καὶ χειμῶνος ὄντος μάχεσθαι τῷ παιδί, ὅτι σικύους οὐκ ἠγόρασεν.
14.10
καὶ τὰ παιδία ἑαυτοῦ παλαίειν ἀναγκάζων καὶ τροχάζειν [καὶ] εἰς κόπον ἐμβαλεῖν.
14.11
καὶ ἐν ἀγρῷ αὐτὸς φακῆν ἕψων δὶς ἅλας εἰς τὴν χύτραν ἐμβαλὼν ἄβρωτον ποιῆσαι.
14.12
καὶ ὕοντος τοῦ Διὸς εἰπεῖν· ἡδύ γε τῶν ἄστρων νομίζει, ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης.
14.13
καὶ λέγοντός τινος· πόσους οἴει κατὰ τὰς Ἱερὰς πύλας ἐξενηνέχθαι νεκρούς; πρὸς τοῦτον εἰπεῖν· ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.
αὐθαδείας ΙΕʼ
15.1
ἡ δὲ αὐθάδειά ἐστιν ἀπήνεια ὁμιλίας ἐν λόγοις, ὁ δὲ αὐθάδης τοιοῦτός τις,
15.2
οἷος ἐρωτηθείς· ὁ δεῖνα ποῦ ἐστιν; εἰπεῖν· πράγματά μοι μὴ πάρεχε·
15.3
καὶ προσαγορευθεὶς μὴ ἀντιπροσειπεῖν.
15.4
καὶ πωλῶν τι μὴ λέγειν τοῖς ὠνουμένοις, πόσου ἂν ἀποδοῖτο, ἀλλʼ ἐρωτᾶν, τί εὑρίσκει.
15.5
καὶ τοῖς τιμῶσι καὶ πέμπουσιν εἰς τὰς ἑορτὰς εἰπεῖν, ὅτι οὐκ ἂν γένοιτο διδόμενα·
15.6
καὶ οὐκ ἔχειν συγγνώμην οὔτε τῷ ἀπώσαντι αὐτὸν ἀκουσίως [οὔτε τῷ ὤσαντι] οὔτε τῷ ἐμβάντι.