18.7
καὶ ὅταν ἥκῃ τις αἰτησόμενος ἐκπώματα, μάλιστα μὲν μὴ δοῦναι, ἂν δʼ ἄρα τις οἰκεῖος ᾖ καὶ ἀναγκαῖος, μόνον οὐ πυρώσας καὶ στήσας καὶ σχεδὸν ἐγγυητὴν λαβὼν χρῆσαι.
18.8
καὶ τὸν παῖδα δὲ ἀκολουθοῦντα κελεύειν αὑτοῦ ὄπισθεν μὴ βαδίζειν ἀλλʼ ἔμπροσθεν, ἵνα φυλάττῃ αὐτόν, μὴ ἐν τῇ ὁδῷ ἀποδρᾷ.
18.9
καὶ τοῖς εἰληφόσι τι παρʼ αὑτοῦ καὶ λέγουσι· πόσου, κατάθου· οὐ γὰρ σχολάζω πω πέμπειν· μηδὲν πραγματεύου· ἐγὼ γάρ, ἕως ἂν σὺ σχολάσῃς, συνακολουθήσω.
Δυσχέρειας ΙΘʼ
19.1
ἔστιν ἡ δυσχέρεια ἀθεραπευσία σώματος λύπης παρασκευαστική,
19.2
ὁ δὲ δυσχερὴς τοιοῦτός τις, οἷος λέπραν ἔχων καὶ ἀλφὸν καὶ τοὺς ὄνυχας μεγάλους περιπατεῖν καὶ φῆσαι ταῦτα εἶναι αὑτῷ συγγενικὰ ἀρρωστήματα· ἔχειν γὰρ αὐτὸν καὶ τὸν πατέρα καὶ τὸν πάππον, καὶ οὐκ εἶναι ῥᾴδιον αὐτὸν εἰς τὸ γένος ὑποβάλλεσθαι.
19.3
ἀμέλει δὲ δεινὸς καὶ ἕλκη ἔχειν ἐν τοῖς ἀντικνημίοις καὶ προσπταίσματα ἐν τοῖς δακτύλοις καὶ μὴ θεραπεῦσαι ἀλλʼ ἐᾶσαι θηριωθῆναι· καὶ τὰς μασχάλας δὲ θηριώδεις καὶ δασείας ἔχειν ἄχρι ἐπὶ πολὺ τῶν πλευρῶν καὶ τοὺς ὀδόντας μέλανας καὶ ἐσθιομένους, ὥστε δυσέντευκτος εἶναι καὶ ἀηδής.
19.4
καὶ τὰ τοιαῦτα· ἐσθίων ἀπομύττεσθαι· θύων ἅμʼ ἀδαξᾶσθαι· προσλαλῶν ἀπορρίπτειν ἀπὸ τοῦ στόματος· ἅμα πιὼν προσερυγγάνειν.
19.5
ἀναπίπτοντος ἐν τοῖς στρώμασι μετὰ τῆς γυναικὸς αὐτοῦ κοιμᾶσθαι.
19.6
ἐλαίῳ σαπρῷ ἐν βαλανείῳ χρώμενος σφύζεσθαι.
19.7
καὶ χιτωνίσκον παχὺν καὶ ἱμάτιον σφόδρα λεπτὸν καὶ κηλίδων μεστὸν ἀναβαλόμενος εἰς ἀγορὰν ἐξελθεῖν.
19.8
καὶ εἰς [ἐξ] ὀρνιθοσκόπου τῆς μητρὸς ἐξελθούσης βλασφημῆσαι.
19.9
καὶ εὐχομένων καὶ σπενδόντων ἐκβαλεῖν τὸ ποτήριον καὶ γελάσαι ὡς τεράστιόν τι πεποιηκώς.
19.10
καὶ αὐλούμενος δὲ κροτεῖν ταῖς χερσὶ μόνος τῶν ἄλλων καὶ συντερετίζειν καὶ ἐπιτιμᾶν τῇ αὐλητρίδι, τί οὐ ταχὺ παύσαιτο.
19.11
καὶ ἀποπτύσαι δὲ βουλόμενος ὑπὲρ τῆς τραπέζης, προσπτύσαι τῷ οἰνοχόῳ.
ἀηδίας Κʼ
20.1
ἔστιν ἡ ἀηδία, ὡς ὅρῳ λαβεῖν, ἔντευξις λύπης ποιητικὴ ἄνευ βλάβης, ὁ δὲ ἀηδὴς τοιοῦτός τις,
20.2
οἷος ἐγείρειν ἄρτι καθεύδοντα εἰσελθών, ἵνα αὐτῷ λαλῇ.
20.3
καὶ ἀνάγεσθαι δὴ μέλλοντας κωλύειν.
20.4
καὶ προσελθὼν δεῖσθαι ἐπισχεῖν, ἕως ἂν περιπατήσῃ.