Thesauros Literature Philosophy Χαρακτῆρες

Χαρακτῆρες

Χαρακτῆρες Theophrastus
24.7 καὶ τοὺς πωλοῦντάς τι ἢ μεμισθωμένους δεινὸς κελεῦσαι ἥκειν πρὸς αὐτὸν ἅμʼ ἡμέρᾳ.
24.8 καὶ ἐν ταῖς ὁδοῖς πορευόμενος μὴ λαλεῖν τοῖς ἐντυγχάνουσι κάτω κεκυφώς, ὅταν δὲ αὐτῷ δόξῃ, ἄνω πάλιν.
24.9 καὶ ἑστιῶν τοὺς φίλους αὐτὸς μὴ συνδειπνεῖν, ἀλλὰ τῶν ὑφʼ αὑτόν τινι συντάξαι αὐτῶν ἐπιμελεῖσθαι.
24.10 καὶ προαποστέλλειν δέ, ἐπὰν πορεύηται, τὸν ἐροῦντα, ὅτι προσέρχεται.
24.11 καὶ οὔτε ἐπʼ ἀλειφόμενον αὑτὸν οὔτε λούμενον οὔτε ἐσθίοντα ἐᾶσαι ἂν εἰσελθεῖν.
24.12 ἀμέλει δὲ καὶ λογιζόμενος πρός τινα τῷ παιδὶ συντάξαι τὰς ψήφους διωθεῖν καὶ κεφάλαιον ποιήσαντι γράψαι αὑτῷ εἰς λόγον.
24.13 καὶ ἐπιστέλλων μὴ γράφειν, ὅτι χαρίζοιο ἄν μοι, ἀλλʼ ὅτι βούλομαι γενέσθαι καὶ ἀπέσταλκα πρὸς σὲ ληψόμενοσʼ καὶ ὅπως ἄλλως μὴ ἔσται καὶ τὴν ταχίστην.

δειλίας ΚΕʼ

25.1 ἀμέλει δὲ ἡ δειλία δόξειεν ἂν εἶναι ὕπειξίς τις ψυχῆς ἔμφοβος, ὁ δὲ δειλὸς τοιοῦτός τις,
25.2 οἶος πλέων τὰς ἄκρας φάσκειν ἡμιολίας εἶναι· καὶ κλύδωνος γενομένου ἐρωτᾶν, εἴ τις μὴ μεμύηται τῶν πλεόντων· καὶ τοῦ κυβερνήτου ἀνακύπτων μὲν πυνθάνεσθαι, εἰ μεσοπορεῖ, καὶ τί αὐτῷ δοκεῖ τὰ τοῦ θεοῦ, καὶ πρὸς τὸν παρακαθήμενον λέγειν, ὅτι φοβεῖται ἀπὸ ἐνυπνίου τινός· καὶ ἐκδὺς διδόναι τῷ παιδὶ τὸν χιτωνίσκον· καὶ δεῖσθαι πρὸς τὴν γῆν προσάγειν αὑτόν.
25.3 καὶ στρατευόμενος δὲ τοῦ πεζοῦ ἐκβοηθοῦντος τοὺς δημότας προσκαλεῖν, κελεύων πρὸς αὑτὸν στάντας πρῶτον περιιδεῖν, καὶ λέγειν, ὡς ἔργον διαγνῶναί ἐστι, πότεροί εἰσιν οἱ πολέμιοι·
25.4 καὶ ἀκούων κραυγῆς καὶ ὁρῶν πίπτοντας εἰπεῖν πρὸς τοὺς παρεστηκότας, ὅτι τὴν σπάθην λαβεῖν ὑπὸ τῆς σπουδῆς ἐπελάθετο, τρέχειν ἐπὶ τὴν σκηνήν, τὸν παῖδα ἐκπέμψας καὶ κελεύσας προσκοπεῖσθαι, ποῦ εἰσιν οἱ πολέμιοι, ἀποκρύψαι αὐτὴν ὑπὸ τὸ προσκεφάλαιον, εἶτα διατρίβειν πολὺν χρόνον ὡς ζητῶν·
25.5 καὶ ἐν τῇ σκηνῇ ὁρῶν τραυματίαν τινὰ προσφερόμενον τῶν φίλων προσδραμὼν καὶ θαρρεῖν κελεύσας ὑπολαβὼν φέρειν· καὶ τοῦτον θεραπεύειν καὶ περισπογγίζειν καὶ παρακαθήμενος ἀπὸ τοῦ ἕλκους τὰς μυίας σοβεῖν καὶ πᾶν μᾶλλον ἢ μάχεσθαι τοῖς πολεμίοις· καὶ τοῦ σαλπικτοῦ δὲ τὸ πολεμικὸν σημήναντος καθήμενος ἐν τῇ σκηνῇ εἰπεῖν. ἄπαγʼ ἐς κόρακας· οὐκ ἐάσει τὸν ἄνθρωπον ὕπνου λαβεῖν πυκνὰ σημαίνων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme