26.7
καὶ τοιαῦτα ἕτερα πρὸς τοὺς ξένους καὶ τῶν πολιτῶν τοὺς ὁμοτρόπους καὶ ταὐτὰ προαιρουμένους.
Ὀψιμαθίας ΚΖʼ
27.1
ἡ δὲ ὀψιμαθία φιλοπονία δόξειεν ἂν εἶναι ὑπὲρ τὴν ἡλικίαν, ὁ δὲ ὀψιμαθὴς τοιοῦτός τις,
27.2
οἷος ῥήσεις μανθάνειν ἑξηκονταέτης γεγονὼς καὶ ταύτας λέγων παρὰ πότον ἐπιλανθάνεσθαι.
27.3
καὶ παρὰ τοῦ υἱοῦ μανθάνειν τὸ ἐπὶ δόρυ καὶ ἐʼπὶ ἀσπίδα καὶ ἐπʼ οὐράν.
27.4
καὶ εἰς ἡρῷα συμβάλλεσθαι τοῖς μειρακίοις λαμπάδα τρέχειν.
27.5
ἀμέλει δὲ κἄν που κληθῇ εἰς Ἡράκλειον, ῥίψας τὸ ἱμάτιον τὸν βοῦν αἴρεσθαι, ἵνα τραχηλίσῃ·
27.6
καὶ προσανατρίβεσθαι εἰσιὼν εἰς τὰς παλαίστρας.
27.7
καὶ ἐν τοῖς θαύμασι τρία ἢ τέτταρα πληρώματα ὑπομένειν τὰ ᾄσματα ἐκμανθάνων.
27.8
καὶ τελούμενος τῷ Σαβαζίῳ σπεῦσαι, ὅπως καλλιστεύσῃ παρὰ τῷ ἱερεῖ.
27.9
καὶ ἐρῶν ἑταίρας καὶ κριοὺς προσβάλλων ταῖς θύραις πληγὰς εἰληφὼς ὑπʼ ἀντεραστοῦ δικάζεσθαι.
27.10
καὶ εἰς ἀγρὸν ἐφʼ ἵππου ἀλλοτρίου κατοχούμενος ἅμα μελετᾶν ἱππάζεσθαι καὶ πεσὼν τὴν κεφαλὴν κατεαγέναι.
27.11
καὶ ἐν δεκαδισταῖς συνάγειν τοὺς μεθʼ αὑτοῦ συναύξοντας.
27.12
καὶ μακρὸν ἀνδριάντα παίζειν πρὸς τὸν ἑαυτοῦ ἀκόλουθον.
27.13
καὶ διατοξεύεσθαι καὶ διακοντίζεσθαι τῷ τῶν παιδίων παιδαγωγῷ καὶ ἅμα μανθάνειν παρʼ αὑτοῦ παραινεῖν, ὡς ἂν καὶ ἐκείνου μὴ ἐπισταμένου.
27.14
καὶ παλαίων δʼ ἐν τῷ βαλανείῳ πυκνὰ ἕδραν στρέφειν, ὅπως πεπαιδεῦσθαι δοκῇ.
27.15
καὶ ὅταν ὦσι χοροὶ γυναικῶν, μελετᾶν ὀρχεῖσθαι αὐτὸς αὑτῷ τερετίζων.
κακολογίας ΚΗʼ
28.1
ἔστι δὲ ἡ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν λόγοις, ὁ δὲ κακολόγος τοιόσδε τις,
28.2
οἷος ἐρωτηθείς· ὁ δεῖνα τίς ἐστιν; ὀγκοῦσθαι καθάπερ οἱ γενεαλογοῦντες· πρῶτον ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξομαι· τούτου ὁ μὲν πατὴρ ἐξ ἀρχῆς Σωσίας ἐκαλεῖτο, ἐγένετο δὲ ἐν τοῖς στρατιώταις Σωσίστρατος, ἐπειδὴ δὲ εἰς τοὺς δημότας ἐνεγράφη, Σωσίδημος. ἡ μέντοι μήτηρ εὐγενὴς Θρᾷττά ἐστι· καλεῖται γοῦν ἡ ψυχὴ Κρινοκοράκα· τὰς δὲ τοιαύτας φασὶν ἐν τῇ πατρίδι εὐγενεῖς εἶναι· αὐτὸς δὲ οὗτος ὡς ἐκ τοιούτων γεγονὼς κακὸς καὶ μαστιγίας.