Book 1
9.15
ἐνταῦθα λῃσταὶ καὶ κλέπται καὶ δικαστήρια καὶ οἱ καλούμενοι τύραννοι δοκοῦντες ἔχειν τινὰ ἐφʼ ἡμῖν ἐξουσίαν διὰ τὸ σωμάτιον καὶ τὰ τούτου κτήματα. ἄφες δείξωμεν αὐτοῖς, ὅτι οὐδενὸς ἔχουσιν ἐξουσίαν·
9.16
ἐμὲ δʼ ἐν τῷδε λέγειν ὅτι ἄνθρωποι, ἐκδέξασθε τὸν θεόν. ὅταν ἐκεῖνος σημήνῃ καὶ ἀπολύσῃ ὑμᾶς ταύτης τῆς ὑπηρεσίας, τότʼ ἀπολύεσθε πρὸς αὐτόν· ἐπὶ δὲ τοῦ παρόντος ἀνάσχεσθε ἐνοικοῦντες ταύτην τὴν χώραν, εἰς ἣν ἐκεῖνος ὑμᾶς ἔταξεν.
9.17
ὀλίγος ἄρα χρόνος οὗτος ὁ τῆς οἰκήσεως καὶ ῥᾴδιος τοῖς οὕτω διακειμένοις. ποῖος γὰρ ἔτι τύραννος ἢ ποῖος κλέπτης ἢ ποῖα δικαστήρια φοβερὰ τοῖς οὕτως παρʼ οὐδὲν πεποιημένοις τὸ σῶμα καὶ τὰ τούτου κτήματα; μείνατε, μὴ ἀλογίστως ἀπέλθητε.
9.18
τοιοῦτόν τι ἔδει γίνεσθαι παρὰ τοῦ παιδευτοῦ πρὸς τοὺς εὐφυεῖς τῶν νέων.
9.19
νῦν δὲ τί γίνεται; νεκρὸς μὲν ὁ παιδευτής, νεκροὶ δʼ ὑμεῖς. ὅταν χορτασθῆτε σήμερον, κάθησθε κλάοντες περὶ τῆς αὔριον, πόθεν φάγητε.
9.20
ἀνδράποδον, ἂν σχῇς, ἕξεις· ἂν μὴ σχῇς, ἐξελεύσῃ· ἤνοικται ἡ θύρα. τί πενθεῖς; ποῦ ἔτι τόπος δακρύοις; τίς ἔτι κολακείας ἀφορμή; διὰ τί ἄλλος ἄλλῳ φθονήσει; διὰ τί πολλὰ κεκτημένους θαυμάσει ἢ τοὺς ἐν δυνάμει τεταγμένους, μάλιστʼ ἂν καὶ ἰσχυροὶ ὦσιν καὶ ὀργίλοι;
9.21
τί γὰρ ἡμῖν ποιήσουσιν; ἃ δύνανται ποιῆσαι, τούτων οὐκ ἐπιστρεψόμεθα· ὧν ἡμῖν μέλει, ταῦτα οὐ δύνανται. τίς οὖν ἔτι ἄρξει τοῦ οὕτως διακειμένου;
9.22
πῶς Σωκράτης εἶχεν πρὸς ταῦτα; πῶς γὰρ ἄλλως ἢ ὡς ἔδει τὸν πεπεισμένον ὅτι ἐστὶ τῶν θεῶν συγγενής;
9.23
ἄν μοι λέγητε, φησίν, νῦν ὅτι ἀφίεμέν σε ἐπὶ τούτοις, ὅπως μηκέτι διαλέξῃ τούτους τοὺς λόγους οὓς μέχρι νῦν διελέγου μηδὲ παρενοχλήσεις ἡμῶν τοῖς νέοις μηδὲ τοῖς γέρουσιν,
9.24
ἀποκρινοῦμαι ὅτι γελοῖοί ἐστε, οἵτινες ἀξιοῦτε, εἰ μέν με ὁ στρατηγὸς ὁ ὑμέτερος ἔταξεν εἴς τινα τάξιν, ὅτι ἔδει με τηρεῖν αὐτὴν καὶ φυλάττειν καὶ μυριάκις πρότερον αἱρεῖσθαι ἀποθνῄσκειν ἢ ἐγκαταλιπεῖν αὐτήν, εἰ δʼ ὁ θεὸς ἔν τινι χώρᾳ καὶ ἀναστροφῇ κατατέταχεν, ταύτην δʼ ἐγκαταλιπεῖν δεῖ ἡμᾶς.
9.25
τοῦτʼ ἔστιν ἄνθρωπος ταῖς ἀληθείαις συγγενὴς τῶν θεῶν.