Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 1

26.13 ταράξας δὲ τὸν ἀναγιγνώσκοντα τοὺς ὑποθετικοὺς καὶ γελάσαντος τοῦ ὑποθεμένου αὐτῷ τὴν ἀνάγνωσιν Σεαυτοῦ, ἔφη, καταγελᾷς· οὐ προεγύμνασας τὸν νεανίσκον οὐδʼ ἔγνως εἰ δύναται τούτοις παρακολουθεῖν, ἀλλʼ ὡς ἀναγνώστῃ αὐτῷ χρῇ.
26.14 τί οὖν, ἔφη, μὴ δυναμένῃ διανοίᾳ συμπεπλεγμένου ἐπικρίσει παρακολουθεῖν ἔπαινον πιστεύομεν, ψόγον πιστεύομεν, ἐπίκρισιν περὶ τῶν καλῶς ἢ κακῶς γινομένων; κἄν τινα κακῶς λέγῃ, οὗτος ἐπιστρέφεται, κἂν ἐπαινῇ τινα, ἐπαίρεται; ἐν τοῖς οὕτως μικροῖς μὴ εὑρίσκων τὸ ἑξῆς;
26.15 αὕτη οὖν ἀρχὴ τοῦ φιλοσοφεῖν, αἴσθησις τοῦ ἰδίου ἡγεμονικοῦ πῶς ἔχει· μετὰ γὰρ τὸ γνῶναι ὅτι ἀσθενῶς οὐκ ἔτι θελήσει χρῆσθαι αὐτῷ πρὸς τὰ μεγάλα.
26.16 νῦν δὲ μὴ δυνάμενοί τινες τὸν ψωμὸν καταπίνειν σύνταξιν ἀγοράσαντες ἐπιβάλλονται ἐσθίειν. διὰ τοῦτο ἐμοῦσιν ἢ ἀπεπτοῦσιν· εἶτα στρόφοι καὶ κατάρροιαι καὶ πυρετοί. ἔδει δʼ ἐφιστάνειν, εἰ δύνανται.
26.17 ἀλλʼ ἐν μὲν θεωρίᾳ ῥᾴδιον ἐξελέγξαι τὸν οὐκ εἰδότα, ἐν δὲ τοῖς κατὰ τὸν βίον οὔτε παρέχει ἑαυτόν τις ἐλέγχῳ τόν τʼ ἐξελέγξαντα μισοῦμεν.
26.18 ὁ δὲ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν.

ποσαχῶς αἱ φαντασίαι γίνονται καὶ τίνα πρόχειρα πρὸς αὐτὰς βοηθήματα παρασκευαστέον.

27.1 τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν· ἢ γὰρ ἔστι τινὰ καὶ οὕτως φαίνεται ἢ οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἢ ἔστι καὶ οὐ φαίνεται ἢ οὐκ ἔστι καὶ φαίνεται.
27.2 λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου. ὅ τι δʼ ἂν ᾖ τὸ θλῖβον, ἐκείνῳ δεῖ προσάγειν τὴν βοήθειαν. εἰ σοφίσματα ἡμᾶς Πυρρώνεια καὶ Ἀκαδημαικὰ τὰ θλίβοντά ἐστιν, ἐκείνοις προσάγωμεν τὴν βοήθειαν·
27.3 εἰ αἱ τῶν πραγμάτων πιθανότητες, καθʼ ἃς φαίνεταί τινα ἀγαθὰ οὐκ ὄντα, ἐκεῖ τὴν βοήθειαν ζητῶμεν· εἰ ἔθος ἐστὶ τὸ θλῖβον, πρὸς ἐκεῖνο τὴν βοήθειαν ἀνευρίσκειν πειρατέον.
27.4 τί οὖν πρὸς ἔθος ἔστιν εὑρίσκειν βοήθημα;
27.5 τὸ ἐναντίον ἔθος. ἀκούεις τῶν ἰδιωτῶν λεγόντων τάλας ἐκεῖνος, ἀπέθανεν· ἀπώλετο ὁ πατὴρ αὐτοῦ, ἡ μήτηρ· ἐξεκόπη, ἀλλὰ καὶ ἄωρος καὶ ἐπὶ ξένης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme