Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 1

27.6 ἄκουσον τῶν ἐναντίων λόγων, ἀπόσπασον σεαυτὸν τούτων τῶν φωνῶν, ἀντίθες τῷ ἔθει τὸ ἐναντίον ἔθος. πρὸς τοὺς σοφιστικοὺς λόγους τὰ λογικὰ καὶ τὴν ἐν τούτοις γυμνασίαν καὶ τριβήν, πρὸς τὰς τῶν πραγμάτων πιθανότητας τὰς προλήψεις ἐναργεῖς ἐσμηγμένας καὶ προχείρους ἔχειν δεῖ.
27.7 ὅταν θάνατος φαίνηται κακόν, πρόχειρον ἔχειν ὅτι τὰ κακὰ ἐκκλίνειν καθήκει καὶ ἀναγκαῖον ὁ θάνατος. τί γὰρ ποιήσω;
27.8 ποῦ γὰρ αὐτὸν φύγω; ἔστω ἐμὲ εἶναι Σαρπηδόνα τὸν τοῦ Διός, ἵνʼ οὕτως γενναίως εἴπω ἀπελθὼν ἢ αὐτὸς ἀριστεῦσαι θέλω ἢ ἄλλῳ παρασχεῖν ἀφορμὴν τοῦ ἀριστεῦσαι· εἰ μὴ δύναμαι κατορθῶσαί τι αὐτός, οὐ φθονήσω ἄλλῳ τοῦ ποιῆσαί τι γενναῖον· ἔστω ταῦτα ὑπὲρ ἡμᾶς, ἐκεῖνο οὐ πίπτει εἰς ἡμᾶς;
27.9 καὶ ποῦ φύγω τὸν θάνατον; μηνύσατέ μοι τὴν χώραν, μηνύσατε ἀνθρώπους, εἰς οὓς ἀπέλθω, εἰς οὓς οὐ παραβάλλει, μηνύσατε ἐπαοιδήν· εἰ μὴ ἔχω, τί με θέλετε ποιεῖν;
27.10 οὐ δύναμαι τὸν θάνατον ἀποφυγεῖν· τὸ φοβεῖσθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλʼ ἀποθάνω πενθῶν καὶ τρέμων; αὕτη γὰρ γένεσις πάθους θέλειν τι καὶ μὴ γίνεσθαι.
27.11 ἔνθεν ἂν μὲν δύνωμαι τὰ ἐκτὸς μετατιθέναι πρὸς τὴν βούλησιν τὴν ἐμαυτοῦ, μετατίθημι· εἰ δὲ μή, τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι θέλω.
27.12 πέφυκε γὰρ ὁ ἄνθρωπος μὴ ὑπομένειν ἀφαιρεῖσθαι τοῦ ἀγαθοῦ, μὴ ὑπομένειν περιπίπτειν τῷ κακῷ.
27.13 εἶτα τὸ τελευταῖον, ὅταν μήτε τὰ πράγματα μεταθεῖναι δυνηθῶ μήτε τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι, κάθημαι καὶ στένω καὶ ὃν δύναμαι λοιδορῶ, τὸν Δία καὶ τοὺς θεοὺς τοὺς ἄλλους· εἰ γὰρ μὴ ἐπιστρέφονταί μου, τί ἐμοὶ καὶ αὐτοῖς;
27.14 ναί· ἀλλʼ ἀσεβὴς ἔσῃ. τί οὖν μοι χεῖρον ἔσται, ὧν ἔστι μοι νῦν; τὸ σύνολον ἐκείνου μεμνῆσθαι, ὅτι, ἐὰν μὴ ἐν τῷ αὐτῷ ᾖ τὸ εὐσεβὲς καὶ συμφέρον, οὐ δύναται σωθῆναι τὸ εὐσεβὲς ἔν τινι. ταῦτα οὐ δοκεῖ ἐπείγοντα;
27.15 ἐρχέσθω καὶ ἀπαντάτω Πυρρώνειος καὶ Ἀκαδημαικός. ἐγὼ μὲν γὰρ τὸ ἐμὸν μέρος οὐκ ἄγω σχολὴν πρὸς ταῦτα οὐδὲ δύναμαι συνηγορῆσαι τῇ συνηθείᾳ.
27.16 εἰ καὶ περὶ ἀγριδίου πραγμάτιον εἶχον, ἄλλον ἂν παρεκάλεσα τὸν συνηγορήσοντα· τίνι οὖν ἀρκοῦμαι κατὰ τὸν τόπον;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme