Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

12.16 διὰ τοῦτο εἰκότως καὶ παρὰ τοῖς ποιηταῖς ἐν μεγίστῳ ἐπαίνῳ λέλεκται τὸ αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν.
12.17 τί οὖν; οὐ λίαν ἐστὶ νῦν ἀσφαλὲς τὸ πρᾶγμα καὶ μάλιστα ἐν Ῥώμῃ. τὸν γὰρ ποιοῦντα αὐτὸ οὐκ ἐν γωνίᾳ δηλονότι δεήσει ποιεῖν, ἀλλὰ προσελθόντα ὑπατικῷ τινι, ἂν οὕτως τύχῃ, πλουσίῳ πυθέσθαι αὐτοῦ
12.18 ἔχεις μοι εἰπεῖν, ὦ οὗτος, ᾧ τινι τοὺς ἵππους τοὺς σεαυτοῦ παρέδωκας; ἔγωγε. ἆρα τῷ τυχόντι καὶ ἀπείρῳ ἱππικῆς; οὐδαμῶς. τί δʼ; ᾧ τινι τὸ χρυσίον ἢ τὸ ἀργύριον ἢ τὴν ἐσθῆτα; οὐδὲ ταῦτα τῷ τυχόντι.
12.19 τὸ σῶμα δὲ τὸ σαυτοῦ ἤδη τινὶ ἔσκεψαι ἐπιτρέψαι εἰς ἐπιμέλειαν αὐτοῦ; πῶς γὰρ οὔ; ἐμπείρῳ δηλονότι καὶ τούτῳ ἀλειπτικῆς ἢ ἰατρικῆς; πάνυ μὲν οὖν.
12.20 πότερον ταῦτά σοι τὰ κράτιστά ἐστιν ἢ καὶ ἄλλο τι ἐκτήσω πάντων ἄμεινον; ποῖον καὶ λέγεις; τὸ αὐτοῖς νὴ Δία τούτοις χρώμενον καὶ δοκιμάζον ἕκαστον καὶ βουλευόμενον.
12.21 ἆρά γε τὴν ψυχὴν λέγεις; ὀρθῶς ὑπέλαβες· ταύτην γάρ τοι καὶ λέγω. πολὺ νὴ Δία τῶν ἄλλων τοῦτο ἄμεινον δοκῶ μοι κεκτῆσθαι.
12.22 ἔχεις οὖν εἰπεῖν, ὅτῳ τρόπῳ τῆς ψυχῆς ἐπιμεμέλησαι; οὐ γὰρ εἰκῇ χὠς ἔτυχεν εἰκός σε οὕτως σοφὸν ὄντα καὶ ἐν τῇ πόλει δόκιμον τὸ κράτιστον τῶν σεαυτοῦ περιορᾶν ἀμελούμενον καὶ ἀπολλύμενον.
12.23 οὐδαμῶς. ἀλλʼ αὐτὸς ἐπιμεμέλησαι αὐτοῦ; πότερον μαθὼν παρά του ἢ εὑρὼν αὐτός; ὧδε λοιπὸν ὁ κίνδυνος, μὴ πρῶτον μὲν εἴπῃ
12.24 τί δέ σοι μέλει, βέλτιστε; κύριός μου εἶ; εἶτʼ ἂν ἐπιμείνῃς πράγματα παρέχων, διαράμενος κονδύλους σοι δῷ.
12.25 τούτου τοῦ πράγματος ἤμην ποτὲ ζηλωτὴς καὶ αὐτός, πρὶν εἰς ταῦτα ἐμπεσεῖν.

περὶ τοῦ ἀγωνιᾶν.

13.1 ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω· οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφʼ αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία;
13.2 διὰ τοῦτο καὶ ὁ κιθαρῳδὸς μόνος μὲν ᾁδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δʼ εἰσερχόμενος, κἂν λίαν εὔφωνος ᾖ καὶ καλῶς κιθαρίζῃ· οὐ γὰρ ᾆσαι μόνον θέλει καλῶς, ἀλλὰ καὶ εὐδοκιμῆσαι, τοῦτο δʼ οὐκέτι ἐστὶν ἐπʼ αὐτῷ.
13.3 λοιπὸν οὗ μὲν ἡ ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος· φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται· ὅπου δʼ οὐκ οἶδεν οὐδὲ μεμελέτηκεν, ἐκεῖ ἀγωνιᾷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme