Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

17.10 οὕτως ἔχει καὶ ἐνθάδʼ ἐπὶ τῶν κατὰ τὸν βίον. ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ; τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν; ἆρʼ οὖν διηρθρωμένην καὶ τελείαν;
17.11 τοῦτο δεῖξον. πῶς δείξω; ἐφάρμοσον αὐτὴν καλῶς ταῖς ἐπὶ μέρους οὐσίαις. εὐθὺς τοὺς ὅρους Πλάτων μὲν ὑποτάσσει τῇ τοῦ χρησίμου προλήψει, σὺ δὲ τῇ τοῦ ἀχρήστου.
17.12 δυνατὸν οὖν ἐστιν ἀμφοτέρους ὑμᾶς ἐπιτυγχάνειν; πῶς οἷόν τε; τῇ δὲ τοῦ πλούτου οὐσίᾳ οὐχ ὁ μέν τις ἐφαρμόζει τὴν τοῦ ἀγαθοῦ πρόληψιν, ὁ δʼ οὔ; τῇ δὲ τῆς ἡδονῆς, τῇ δὲ τῆς ὑγείας;
17.13 καθόλου γὰρ εἰ πάντες οἱ τὰ ὀνόματα λαλοῦντες μὴ κενῶς ἴσμεν ἕκαστα τούτων καὶ μηδεμιᾶς ἐπιμελείας περὶ τὴν διάρθρωσιν τῶν προλήψεων δεόμεθα, τί διαφερόμεθα, τί πολεμοῦμεν, τί ψέγομεν ἀλλήλους;
17.14 καὶ τί μοι νῦν τὴν πρὸς ἀλλήλους μάχην παραφέρειν καὶ ταύτης μεμνῆσθαι; σὺ αὐτὸς εἰ ἐφαρμόζεις καλῶς τὰς προλήψεις, διὰ τί δυσροεῖς, διὰ τί ἐμποδίζῃ;
17.15 ἀφῶμεν ἄρτι τὸν δεύτερον τόπον τὸν περὶ τὰς ὁρμὰς καὶ τὴν κατὰ ταύτας περὶ τὸ καθῆκον φιλοτεχνίαν. ἀφῶμεν καὶ τὸν τρίτον τὸν περὶ τὰς συγκαταθέσεις.
17.16 χαρίζομαί σοι ταῦτα πάντα. στῶμεν ἐπὶ τοῦ πρώτου καὶ σχεδὸν αἰσθητὴν παρέχοντος τὴν ἀπόδειξιν τοῦ μὴ ἐφαρμόζειν καλῶς τὰς προλήψεις.
17.17 νῦν σὺ θέλεις τὰ δυνατὰ καὶ τὰ σοὶ δυνατά; τί οὖν ἐμποδίζῃ; διὰ τί δυσροεῖς; νῦν οὐ φεύγεις τὰ ἀναγκαῖα; διὰ τί οὖν περιπίπτεις τινί, διὰ τί δυστυχεῖς; διὰ τί θέλοντός σού τι οὐ γίνεται καὶ μὴ θέλοντος γίνεται;
17.18 ἀπόδειξις γὰρ αὕτη μεγίστη δυσροίας καὶ κακοδαιμονίας. θέλω τι καὶ οὐ γίνεται· καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ; οὐ θέλω τι καὶ γίνεται· καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ;
17.19 τοῦτο καὶ ἡ Μήδεια οὐχ ὑπομείνασα ἦλθεν ἐπὶ τὸ ἀποκτεῖναι τὰ τέκνα. μεγαλοφυῶς κατά γε τοῦτο. εἶχε γὰρ ἣν δεῖ φαντασίαν, οἷόν ἐστι τὸ ἃ θέλει τινὶ μὴ προχωρεῖν.
17.20 εἶτα οὕτως τιμωρήσομαι τὸν ἀδικήσαντά με καὶ ὑβρίσαντα. καὶ τί ὄφελος τοῦ κακῶς οὕτως διακειμένου; πῶς οὖν γένηται; ἀποκτείνω μὲν τὰ τέκνα. ἀλλὰ καὶ ἐμα υτὴν τιμωρήσομαι. καὶ τί μοι μέλει;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme