Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

17.21 τοῦτʼ ἔστιν ἔκπτωσις ψυχῆς μεγάλα νεῦρα ἐχούσης. οὐ γὰρ ᾔδει, ποῦ κεῖται τὸ ποιεῖν ἃ θέλομεν, ὅτι τοῦτο οὐκ ἔξωθεν δεῖ λαμβάνειν οὐδὲ τὰ πράγματα μετατιθέντα καὶ μεθαρμοζόμενον.
17.22 μὴ θέλε τὸν ἄνδρα, καὶ οὐδὲν ὧν θέλεις οὐ γίνεται. μὴ θέλε αὐτὸν ἐξ ἅπαντός σοι συνοικεῖν, μὴ θέλε μένειν ἐν Κορίνθῳ καὶ ἁπλῶς μηδὲν ἄλλο θέλε ἢ ἃ ὁ θεὸς θέλει. καὶ τίς σε κωλύσει, τίς ἀναγκάσει; οὐ μᾶλλον ἢ τὸν Δία.
17.23 ὅταν τοιοῦτον ἔχῃς ἡγεμόνα καὶ τοιούτῳ συνθέλῃς καὶ συνορέγῃ, τί φοβῇ ἔτι μὴ ἀποτύχῃς;
17.24 χάρισαί σου τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν πενίᾳ καὶ πλούτῳ· ἀποτεύξῃ, περιπεσῇ. ἀλλʼ ὑγιείᾳ· δυστυχήσεις· ἀρχαῖς, τιμαῖς, πατρίδι, φίλοις, τέκνοις, ἁπλῶς ἄν τινι τῶν ἀπροαιρέτων. ἀλλὰ τῷ Διὶ χάρισαι αὐτάς, τοῖς ἄλλοις θεοῖς·
17.25 ἐκείνοις παράδος, ἐκεῖνοι κυβερνάτωσαν, μετʼ ἐκείνων τετάχθωσαν· καὶ ποῦ ἔτι δυσροήσεις;
17.26 εἰ δὲ φθονεῖς, ἀταλαίπωρε, καὶ ἐλεεῖς καὶ ζηλοτυπεῖς καὶ τρέμεις καὶ μίαν ἡμέραν οὐ διαλείπεις, ἐν ᾗ οὐ κατακλάεις καὶ σαυτοῦ καὶ τῶν θεῶν, καὶ τί ἔτι λέγεις πεπαιδεῦσθαι;
17.27 ποίαν παιδείαν, ἄνθρωπε; ὅτι συλλογισμοὺς ἔπραξας, μεταπίπτοντας; οὐ θέλεις ἀπομαθεῖν, εἰ δυνατόν, πάντα ταῦτα καὶ ἄνωθεν ἄρξασθαι συναισθανόμενος ὅτι μέχρι νῦν οὐδʼ ἥψω τοῦ πράγματος,
17.28 καὶ λοιπὸν ἔνθεν ἀρξάμενος προσοικοδομεῖν τὰ ἑξῆς, πῶς μηδὲν ἔσται σοῦ μὴ θέλοντος, θέλοντος μηδὲν οὐκ ἔσται;
17.29 δότε μοι ἕνα νέον κατὰ ταύτην τὴν ἐπιβολὴν ἐληλυθότα εἰς σχολήν, τούτου τοῦ πράγματος ἀθλητὴν γενόμενον καὶ λέγοντα ὅτι ἐμοὶ τὰ μὲν ἄλλα πάντα χαιρέτω, ἀρκεῖ δʼ εἰ ἐξέσται ποτὲ ἀπαραποδίστῳ καὶ ἀλύπῳ διαγαγεῖν καὶ ἀνατεῖναι τὸν τράχηλον πρὸς τὰ πράγματα ὡς ἐλεύθερον καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπειν ὡς φίλον τοῦ θεοῦ μηδὲν φοβούμενον τῶν συμβῆναι δυναμένων. δειξάτω τις ὑμῶν αὐτὸν τοιοῦτον, ἵνα εἴπω·
17.30 ἔρχου, νεανίσκε, εἰς τὰ σά· σοὶ γὰρ εἵμαρται κοσμῆσαι φιλοσοφίαν, σά ἐστι ταῦτα τὰ κτήματα, σὰ τὰ βιβλία, σοὶ οἱ λόγοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme