Book 2
20.11
τί δὲ σοὶ μέλει, πῶς οἱ ἄλλοι ὑπολήψονται περὶ τούτων, πότερον ὑγιῶς ἢ οὐχ ὑγιῶς; τί γὰρ σοὶ καὶ ἡμῖν; τῶν γὰρ προβάτων σοι μέλει, ὅτι παρέχει ἡμῖν αὑτὰ καρησόμενα καὶ ἀμελχθησόμενα καὶ τὸ τελευταῖον κατακοπησόμενα;
20.12
οὐχὶ δʼ εὐκταῖον ἦν, εἰ ἐδύναντο οἱ ἄνθρωποι κατακηληθέντες καὶ ἐπᾳσθέντες ὑπὸ τῶν Στωικῶν ἀπονυστάζειν καὶ παρέχειν σοι καὶ τοῖς ὁμοίοις καρησομένους καὶ ἀμελχθησομένους ἑαυτούς;
20.13
πρὸς γὰρ τοὺς Συνεπικουρείους ἔδει σε ταῦτα λέγειν, οὐχὶ δὲ πρὸς ἐκείνους ἀποκρύπτεσθαι, πολὺ μάλιστʼ ἐκείνους πρὸ πάντων ἀναπείθειν, ὅτι φύσει κοινωνικοὶ γεγόναμεν, ὅτι ἀγαθὸν ἡ ἐγκράτεια, ἵνα σοι πάντα τηρῆται;
20.14
ἢ πρός τινας μὲν δεῖ φυλάττειν ταύτην τὴν κοινωνίαν, πρός τινας δʼ οὔ; πρὸς τίνας οὖν δεῖ τηρεῖν; πρὸς τοὺς ἀντιτηροῦντας ἢ πρὸς τοὺς παραβατικῶς αὐτῆς ἔχοντας; καὶ τίνες παραβατικώτερον αὐτῆς ἔχουσιν ὑμῶν τῶν ταῦτα διειληφότων;
20.15
τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγκάζον γράφειν ἃ ἔγραφεν; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον, ἡ φύσις ἕλκουσα ἐπὶ τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα;
20.16
ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα, γράψον αὐτὰ καὶ ἄλλοις ἀπόλιπε καὶ ἀγρύπνησον διʼ αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγορος γενοῦ τῶν σαυτοῦ δογμάτων.
20.17
εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγείρεσθαι· τούτῳ δʼ οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί; ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν, ἀλλʼ ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλλους ἡ μανία καὶ ὁ οἶνος.
20.18
οὕτως ἰσχυρόν τι καὶ ἀνίκητόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη. πῶς γὰρ δύναται ἄμπελος μὴ ἀμπελικῶς κινεῖσθαι, ἀλλʼ ἐλαικῶς, ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς, ἀλλʼ ἀμπελικῶς; ἀμήχανον, ἀδιανόητον.
20.19
οὐ τοίνυν οὐδʼ ἄνθρωπον οἷόν τε παντελῶς ἀπολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμενοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ δύνανται.