Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 2

21.9 μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων; τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ; πῶς ἐμαυτῷ χρῶμαι; μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρατεῖ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν πεπαίδευμαι;
21.10 ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα, ὅτι οὐδὲν οἶδα; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος; ἢ καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότερον οὐκ ἐνόουν, ἂν δʼ οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησόμενος;
21.11 ἄνθρωπʼ, ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ, τὴν οἰκίαν ἀνάστατον πεποίηκας, τοὺς γείτονας συντετάραχας· καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς καὶ καθήμενος κρίνεις, πῶς ἐξηγησάμην τὴν λέξιν, πῶς τί ποτʼ ἐφλυάρησα τὰ ἐπελθόντα μοι;
21.12 φθονῶν ἐλήλυθας, τεταπεινωμένος, ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν, καὶ κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο ἐνθυμούμενος ἢ πῶς ὁ πατὴρ τὰ πρός σε ἢ πῶς ὁ ἀδελφός;
21.13 τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ; νῦν οἴονταί με προκόπτειν καὶ λέγουσιν ὅτι ἥξει ἐκεῖνος πάντα εἰδώς.
21.14 ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς.
21.15 εἶτα λέγουσιν οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆς. τίς γὰρ ἔρχεται εἰς σχολήν, τίς γάρ, ὡς θεραπευθησόμενος; τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα, τίς συναισθησόμενος τίνων δεῖται;
21.16 τί οὖν θαυμάζετʼ, εἰ ἃ φέρετʼ εἰς τὴν σχολήν, αὐτὰ ταῦτα ἀποφέρετε πάλιν; οὐ γὰρ ὡς ἀποθησόμενοι ἢ ἐπανορθώσοντες ἢ ἄλλʼ ἀντʼ αὐτῶν ληψόμενοι ἔρχεσθε.
21.17 πόθεν; οὐδʼ ἐγγύς. ἐκεῖνο γοῦν βλέπετε μᾶλλον, εἰ ἐφʼ ὃ ἔρχεσθε τοῦτο ὑμῖν γίνεται. θέλετε λαλεῖν περὶ τῶν θεωρημάτων. τί οὖν; οὐ φλυαρότεροι γίνεσθε; οὐχὶ δὲ παρέχει τινὰ ὕλην ὑμῖν πρὸς τὸ ἐπιδείκνυσθαι τὰ θεωρημάτια; οὐ συλλογισμοὺς ἀναλύετε, μεταπίπτοντας; οὐκ ἐφοδεύετε Ψευδομένου λήμματα, ὑποθετικούς; τί οὖν ἔτι ἀγανακτεῖτε εἰ ἐφʼ ἃ πάρεστε, ταῦτα λαμβάνετε;
21.18 ναί· ἀλλʼ ἂν ἀποθάνῃ μου τὸ παιδίον ἢ ὁ ἀδελφὸς ἢ ἐμὲ ἀποθνῄσκειν δέῃ ἢ στρεβλοῦσθαι, τί με τὰ τοιαῦτα ὠφελήσει;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme