Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

περὶ καλλωπισμοῦ.

1.1 εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦσίν σοι κύνες τʼ εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως τῶν ἄλλων ζῴων ἕκαστον;
1.2 — δοκοῦσιν, ἔφη. — οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δʼ αἰσχροί; — πῶς γὰρ οὔ; — πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἢ ἰδίως ἕκαστον; οὕτως δʼ ὄψει αὐτό.
1.3 ἐπειδὴ πρὸς ἄλλο μὲν ὁρῶμεν κύνα πεφυκότα, πρὸς ἄλλον δʼ ἵππον, πρὸς ἄλλο δʼ εἰ οὕτως τύχοι ἀηδόνα, καθόλου μὲν οὐκ ἀτόπως ἀποφήναιτʼ ἄν τις ἕκαστον τηνικαῦτα καλὸν εἶναι, ὁπότε κατὰ τὴν αὑτοῦ φύσιν κράτιστʼ ἔχοι· ἐπεὶ δʼ ἡ φύσις ἑκάστου διάφορός ἐστιν, διαφόρως εἶναί μοι δοκεῖ ἕκαστον αὐτῶν καλόν· ἢ γὰρ οὔ;
1.4 — ὡμολόγει. — οὐκ οὖν ὅπερ κύνα ποιεῖ καλόν, τοῦτο ἵππον αἰσχρόν, ὅπερ δʼ ἵππον καλόν, τοῦτο κύνα αἰσχρόν, εἴ γε διάφοροι αἱ φύσεις εἰσὶν αὐτῶν;
1.5 — ἔοικεν. — καὶ γὰρ τὸ παγκρατιαστὴν οἶμαι ποιοῦν καλὸν τοῦτο παλαιστὴν οὐκ ἀγαθὸν ποιεῖ, δρομέα δὲ καὶ γελοιότατον· καὶ ὁ πρὸς πενταθλίαν καλὸς ὁ αὐτὸς οὗτος πρὸς πάλην αἴσχιστος; — οὕτως, ἔφη.
1.6 — τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ἢ ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον; — τοῦτο, ἔφη. — τί οὖν ποιεῖ κύνα καλόν; ἡ ἀρετὴ ἡ κυνὸς παροῦσα. τί ἵππον; ἡ ἀρετὴ ἡ ἵππου παροῦσα. τί οὖν ἄνθρωπον; μή ποθʼ ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα;
1.7 καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν ἀνθρωπικήν.
1.8 — τίς δʼ ἐστὶν αὕτη; — ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς· πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους; — τοὺς δικαίους. — πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους; — τοὺς σώφρονας. — τοὺς ἐγκρατεῖς δʼ ἢ τοὺς ἀκρατεῖς; — τοὺς ἐγκρατεῖς.
1.9 — οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις· μέχρις δʼ ἂν τούτων ἀμελῇς, αἰσχρόν σʼ εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν.
1 / 67 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme