Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

4.3 εἰ γὰρ μὴ δεῖ οὕτως σπουδάζειν, μηδὲ σὺ σπούδαζε· εἰ δὲ δεῖ, τί χαλεπαίνεις, εἴ σε ἐμιμήσαντο; τίνας γὰρ ἔχουσιν μιμήσασθαι οἱ πολλοὶ ἢ τοὺς ὑπερέχοντας ὑμᾶς; εἰς τίνας ἀπίδωσιν ἐλθόντες εἰς τὰ θέατρα ἢ ὑμᾶς;
4.4 ὅρα πῶς ὁ ἐπίτροπος τοῦ Καίσαρος θεωρεῖ· κέκραγεν· κἀγὼ τοίνυν κραυγάσω. ἀναπηδᾷ· κἀγὼ ἀναπηδήσω. οἱ δοῦλοι αὐτοῦ διακάθηνται κραυγάζοντες· ἐγὼ δʼ οὐκ ἔχω δούλους· ἀντὶ πάντων αὐτὸς ὅσον δύναμαι κραυγάσω.
4.5 εἰδέναι σε οὖν δεῖ, ὅταν εἰσέρχῃ εἰς τὸ θέατρον, ὅτι κανὼν εἰσέρχῃ καὶ παράδειγμα τοῖς ἄλλοις, πῶς αὐτοὺς δεῖ θεωρεῖν.
4.6 τί οὖν σε ἐλοιδόρουν; ὅτι πᾶς ἄνθρωπος μισεῖ τὸ ἐμποδίζον. ἐκεῖνοι στεφανωθῆναι ἤθελον τὸν δεῖνα, σὺ ἕτερον· ἐκεῖνοι σοὶ ἐνεπόδιζον καὶ σὺ ἐκείνοις. σὺ εὑρίσκου ἰσχυρότερος· ἐκεῖνοι ὃ ἐδύναντο ἐποίουν, ἐλοιδόρουν τὸ ἐμποδίζον.
4.7 τί οὖν θέλεις; ἵνα σὺ μὲν ποιῇς ὃ θέλεις, ἐκεῖνοι δὲ μηδʼ εἴπωσιν ἃ θέλουσιν; καὶ τί θαυμαστόν; οἱ γεωργοὶ τὸν Δία οὐ λοιδοροῦσιν, ὅταν ἐμποδίζωνται ὑπʼ αὐτοῦ; οἱ ναῦται οὐ λοιδοροῦσι; τὸν Καίσαρα παύονται λοιδοροῦντες;
4.8 τί οὖν; οὐ γιγνώσκει ὁ Ζεύς; τῷ Καίσαρι οὐκ ἀπαγγέλλονται τὰ λεγόμενα; τί οὖν ποιεῖ; οἶδεν ὅτι, ἂν πάντας τοὺς λοιδοροῦντας κολάζῃ, οὐχ ἕξει τίνων ἄρξει.
4.9 τί οὖν; ἔδει εἰσερχόμενον εἰς τὸ θέατρον τοῦτο εἰπεῖν ἄγε ἵνα Σώφρων στεφανωθῇ; ἀλλʼ ἐκεῖνο ἄγε ἵνα τηρήσω τὴν ἐμαυτοῦ προαίρεσιν ἐπὶ ταύτης τῆς ὕλης κατὰ φύσιν ἔχουσαν.
4.10 ἐμοὶ παρʼ ἐμὲ φίλτερος οὐδείς· γελοῖον οὖν, ἵνʼ ἄλλος νικήσῃ κωμῳδῶν, ἐμὲ βλάπτεσθαι.
4.11 — τίνα οὖν θέλω νικῆσαι; — τὸν νικῶντα· καὶ οὕτως ἀεὶ νικήσει, ὃν θέλω. — ἀλλὰ θέλω στεφανωθῆναι Σώφρονα. — ἐν οἴκῳ ὅσους θέλεις ἀγῶνας ἄγων ἀνακήρυξον αὐτὸν Νέμεα, Πύθια, Ἴσθμια, Ὀλύμπια· ἐν φανερῷ δὲ μὴ πλεονέκτει μηδʼ ὑφάρπαζε τὸ κοινόν. εἰ δὲ μή, ἀνέχου λοιδορούμενος·
4.12 ὡς, ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.

πρὸς τοὺς διὰ νόσον ἀπαλλαττομένους.

5.1 νοσῶ, φησίν, ἐνθάδε καὶ βούλομαι ἀπιέναι εἰς οἶκον.
5.2 — ἐν οἴκῳ γὰρ ἄνοσος ἦς σύ; οὐ σκοπεῖς, εἴ τι ποιεῖς ἐνθάδε τῶν πρὸς τὴν προαίρεσιν τὴν σαυτοῦ φερόντων, ἵνʼ ἐπανορθωθῇ; εἰ μὲν γὰρ μηδὲν ἀνύεις, περισσῶς καὶ ἦλθες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme