Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

7.7 εἰ γὰρ ἐπὶ τοῖς ψυχικοῖς ἀγαθοῖς, εὕρηται ἡ οὐσία τοῦ ἀγαθοῦ. οὐ γὰρ δύναται ἄλλο μὲν εἶναι ἀγαθόν, ἄλλο δʼ ἐφʼ ᾧ εὐλόγως ἐπαιρόμεθα, οὐδὲ τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι. ἵνα γὰρ εὔλογον ᾖ τὸ ἐπιγέννημα, τὸ προηγούμενον δεῖ ἀγαθὸν εἶναι.
7.8 ἀλλʼ οὐ μὴ εἴπητε φρένας ἔχοντες· ἀνακόλουθα γὰρ ἐρεῖτε καὶ Ἐπικούρῳ καὶ τοῖς ἄλλοις ὑμῶν δόγμασιν.
7.9 ὑπολείπεται λοιπὸν ἐπὶ τοῖς σωματικοῖς ἥδεσθαι τὴν κατὰ ψυχὴν ἡδονήν· πάλιν ἐκεῖνα γίνεται προηγούμενα καὶ οὐσία τοῦ ἀγαθοῦ.
7.10 διὰ τοῦτο ἀφρόνως ἐποίησε Μάξιμος, εἰ διʼ ἄλλο τι ἔπλευσεν ἢ διὰ τὴν σάρκα, τοῦτʼ ἔστι διὰ τὸ κράτιστον.
7.11 ἀφρόνως δὲ ποιεῖ καὶ εἰ ἀπέχεται τῶν ἀλλοτρίων δικαστὴς ὢν καὶ δυνάμενος λαμβάνειν. ἀλλʼ ἄν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵνʼ ἀσφαλῶς, ἵνα μή τις γνῷ.
7.12 τὸ γὰρ κλέψαι οὐδʼ αὐτὸς Ἐπίκουρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν· καὶ ὅτι πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατον, διὰ τοῦτο λέγει μὴ κλέπτετε.
7.13 ἀλλʼ ἐγώ σοι λέγω, ὅτι ἐὰν κομψῶς καὶ περιεσταλμένως γίνηται, λησόμεθα· εἶτα καὶ φίλους ἐν τῇ Ῥώμῃ ἔχομεν δυνατοὺς καὶ φίλιας καὶ οἱ Ἕλληνες ἀδρανεῖς εἰσιν· οὐδεὶς τολμήσει ἀναβῆναι τούτου ἕνεκα.
7.14 τί ἀπέχῃ τοῦ ἰδίου ἀγαθοῦ; ἄφρον ἐστὶ τοῦτο, ἠλίθιόν ἐστιν. ἀλλʼ οὐδʼ ἂν λέγῃς μοι, ὅτι ἀπέχῃ, πιστεύσω σοι.
7.15 ὡς γὰρ ἀδύνατόν ἐστι τῷ ψευδεῖ φαινομένῳ συγκαταθέσθαι καὶ ἀπὸ τοῦ ἀληθοῦς ἀπονεῦσαι, οὕτως ἀδύνατόν ἐστι τοῦ φαινομένου ἀγαθοῦ ἀποστῆναι. ὁ πλοῦτος δʼ ἀγαθὸν καὶ οἱονανεὶ τὸ ποιητικώτατόν γε τῶν ἡδονῶν.
7.16 διὰ τί μὴ περιποιήσῃ αὐτόν; διὰ τί δὲ μὴ τὴν τοῦ γείτονος γυναῖκα διαφθείρωμεν, ἂν δυνώμεθα λαθεῖν, ἂν δὲ φλυαρῇ ὁ ἀνήρ, καὶ αὐτὸν προσεκτραχηλίσωμεν;
7.17 εἰ θέλεις εἶναι φιλόσοφος οἷος δεῖ, εἴ γε τέλειος, εἰ ἀκολουθῶν σου τοῖς δόγμασιν· εἰ δὲ μή, οὐδὲν διοίσεις ἡμῶν τῶν λεγομένων Στωικῶν· καὶ αὐτοὶ γὰρ ἄλλα λέγομεν, ἄλλα δὲ ποιοῦμεν.
7.18 ἡμεῖς λέγομεν τὰ καλά, ποιοῦμεν τὰ αἰσχρά· σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος δογματίζων τὰ αἰσχρά, ποιῶν τὰ καλά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme