Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

12.5 ἐπεὶ γὰρ οὐκ ἔστιν ἀναπότευκτον σχεῖν τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν ἀπερίπτωτον ἄνευ μεγάλης καὶ συνεχοῦς ἀσκήσεως, ἴσθι ὅτι, ἐὰν ἔξω ἐάσῃς ἀποστρέφεσθαι αὐτὴν ἐπὶ τὰ ἀπροαίρετα, οὔτε τὴν ὄρεξιν ἐπιτευκτικὴν ἕξεις οὔτε τὴν ἔκκλισιν ἀπερίπτωτον.
12.6 καὶ ἐπεὶ τὸ ἔθος ἰσχυρὸν προηγῆται πρὸς μόνα ταῦτα εἰθισμένων ἡμῶν χρῆσθαι ὀρέξει καὶ ἐκκλίσει, δεῖ τῷ ἔθει τούτῳ ἐναντίον ἔθος ἀντιθεῖναι καὶ ὅπου ὁ πολὺς ὄλισθος τῶν φαντασιῶν, ἐκεῖ ἀντιτιθέναι τὸ ἀσκητικόν.
12.7 Ἑτεροκλινῶς ἔχω πρὸς ἡδονήν· ἀνατοιχήσω ἐπὶ τὸ ἐναντίον ὑπὲρ τὸ μέτρον τῆς ἀσκήσεως ἕνεκα. ἐκκλιτικῶς ἔχω πόνου· τρίψω μου καὶ γυμνάσω πρὸς τοῦτο τὰς φαντασίας ὑπὲρ τοῦ ἀποστῆναι τὴν ἔκκλισιν ἀπὸ παντὸς τοῦ τοιούτου.
12.8 τίς γάρ ἐστιν ἀσκητής; ὁ μελετῶν ὀρέξει μὲν μὴ χρῆσθαι, ἐκκλίσει δὲ πρὸς μόνα τὰ προαιρετικὰ χρῆσθαι καὶ μελετῶν μᾶλλον ἐν τοῖς δυσκαταπονήτοις. καθʼ ὃ καὶ ἄλλῳ πρὸς ἄλλα μᾶλλον ἀσκητέον.
12.9 τί οὖν ὧδε ποιεῖ τὸ φοίνικα στῆσαι ἢ τὸ στέγην δερματίνην καὶ ὅλμον καὶ ὕπερον περιφέρειν;
12.10 ἄνθρωπε, ἄσκησον, εἰ γοργὸς εἶ, λοιδορούμενος ἀνέχεσθαι, ἀτιμασθεὶς μὴ ἀχθεσθῆναι. εἶθʼ οὕτως προσβήσῃ, ἵνα, κἂν πλήξῃ σέ τις, εἴπῃς αὐτὸς πρὸς αὑτὸν ὅτι δόξον ἀνδριάντα περιειληφέναι.
12.11 εἶτα καὶ οἰναρίῳ κομψῶς χρῆσθαι, μὴ εἰς τὸ πολὺ πίνειν (καὶ γὰρ περὶ τοῦτο ἐπαρίστεροι ἀσκηταί εἰσιν), ἀλλὰ πρῶτον εἰς τὸ ἀποσχέσθαι, καὶ κορασιδίου ἀπέχεσθαι καὶ πλακουνταρίου. εἶτά ποτε ὑπὲρ δοκιμασίας, εἰ ἄρα, καθήσεις εὐκαίρως αὐτὸς σαυτὸν ὑπὲρ τοῦ γνῶναι, εἰ ὁμοίως ἡττῶσίν σε αἱ φαντασίαι.
12.12 τὰ πρῶτα δὲ φεῦγε μακρὰν ἀπὸ τῶν ἰσχυροτέρων. ἄνισος ἡ μάχη κορασιδίῳ κομψῷ πρὸς νέον ἀρχόμενον φιλοσοφεῖν· χύτρα, φασί, καὶ πέτρα οὐ συμφωνεῖ.
12.13 μετὰ τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν δεύτερος τρόπος ὁ περὶ τὴν ὁρμὴν καὶ ἀφορμήν· ἵνʼ εὐπειθὴς τῷ λόγῳ, ἵνα μὴ παρὰ καιρόν, μὴ παρὰ τόπον, μὴ παρὰ ἄλλην τινὰ τοιαύτην ἀσυμμετρίαν.
12.14 τρίτος ὁ περὶ τὰς συγκαταθέσεις, ὁ πρὸς τὰ πιθανὰ καὶ ἑλκυστικά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme