Book 3
22.30
ἐν βασιλείᾳ οὐκ ἔστιν. εἰ δὲ μή, Νέρων ἂν εὐδαίμων ἐγένετο καὶ Σαρδανάπαλλος. ἀλλʼ οὐδʼ Ἀγαμέμνων εὐδαίμων ἦν καίτοι κομψότερος ὢν Σαρδαναπάλλου καὶ Νέρωνος, ἀλλὰ τῶν ἄλλων ῥεγκόντων ἐκεῖνος τί ποιεῖ; πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας. καὶ αὐτὸς τί λέγει; πλάζομαι ὧδε, φησίν, καὶ ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει. τάλας, τί τῶν σῶν ἔχει κακῶς;
22.31
ἡ κτῆσις; οὐκ ἔχει. τὸ σῶμα; οὐκ ἔχει. ἀλλὰ πολύχρυσος εἶ καὶ πολύχαλκος· τί οὖν σοι κακόν ἐστιν; ἐκεῖνο, ὅ τι ποτὲ ἠμέληταί σου καὶ κατέφθαρται, ᾧ ὀρεγόμεθα, ᾧ ἐκκλίνομεν, ᾧ ὁρμῶμεν καὶ ἀφορμῶμεν.
22.32
πῶς ἠμέληται; ἀγνοεῖ τὴν οὐσίαν τοῦ ἀγαθοῦ πρὸς ἣν πέφυκε καὶ τὴν τοῦ κακοῦ καὶ τί ἴδιον ἔχει καὶ τί ἀλλότριον. καὶ ὅταν τι τῶν ἀλλοτρίων κακῶς ἔχῃ, λέγει οὐαί μοι, οἱ γὰρ Ἕλληνες κινδυνεύουσι.
22.33
ταλαίπωρον ἡγεμονικὸν καὶ μόνον ἀτημέλητον καὶ ἀθεράπευτον. μέλλουσιν ἀποθνῄσκειν ὑπὸ τῶν Τρώων ἀναιρεθέντες. ἂν δʼ αὐτοὺς οἱ Τρῶες μὴ ἀποκτείνωσιν, οὐ μὴ ἀποθάνωσιν; ναί, ἀλλʼ οὐχʼ ὑφʼ ἓν πάντες. τί οὖν διαφέρει; εἰ γὰρ κακόν ἐστι τὸ ἀποθανεῖν, ἄν τε ὁμοῦ ἄν τε καθʼ ἕνα ὁμοίως κακόν ἐστιν. μή τι ἄλλο τι μέλλει γίνεσθαι ἢ τὸ σωμάτιον χωρίζεσθαι καὶ ἡ ψυχή;
22.34
οὐδέν. σοὶ δὲ ἀπολλυμένων τῶν Ἑλλήνων ἡ θύρα κέκλεισται; οὐκ ἔξεστιν ἀποθανεῖν; ἔξεστιν. τί οὖν πενθεῖς; οὐᾶ, βασιλεὺς καὶ τὸ τοῦ Διὸς σκῆπτρον ἔχων. ἀτυχὴς βασιλεὺς οὐ γίνεται· οὐ μᾶλλον ἢ ἀτυχὴς θεός.
22.35
τί οὖν εἶ; ποιμὴν ταῖς ἀληθείαις· οὕτως γὰρ κλάεις ὡς οἱ ποιμένες, ὅταν λύκος ἁρπάσῃ τι τῶν προβάτων αὐτῶν· καὶ οὗτοι δὲ πρόβατά εἰσιν οἱ ὑπὸ σοῦ ἀρχόμενοι.
22.36
τί δὲ καὶ ἤρχου; μή τι ὄρεξις ὑμῖν ἐκινδυνεύετο, μή τι ἔκκλισις, μή τι ὁρμή, μή τι ἀφορμή; οὔ, φησίν, ἀλλὰ τοῦ ἀδελφοῦ μου τὸ γυναικάριον ἡρπάγη.
22.37
οὐκ οὖν κέρδος μέγα στερηθῆναι μοιχικοῦ γυναικαρίου; καταφρονηθῶμεν οὖν ὑπὸ τῶν Τρώων; τίνων ὄντων; φρονίμων ἢ ἀφρόνων; εἰ φρονίμων, τί αὐτοῖς πολεμεῖτε; εἰ ἀφρόνων, τί ὑμῖν μέλει;