Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

1.28 τοῦτο δʼ ἐπʼ ἀνδρός ἐστι τὸ μὴ ἔχειν· κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δʼ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ.
1.29 ὦ δεινοῦ θεάματος· οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν· νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτʼ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει;
1.30 ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες;
1.31 ἀλλʼ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον· ὅλον διʼ ὅλων αὐτὸ ποίησον· ἆρον — τί ποτʼ ἐκεῖνο; — τὸ αἴτιον τῶν τριχῶν· ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δʼ ἥμισυ γυναικός.
1.32 τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ναί· ἀλλὰ τοῖς λείοις χαίρουσιν. οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος;
1.33 τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν;
1.34 τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην;
1.35 ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι;
1.36 μή, τοὺς θεούς σοι, νεανίσκε· ἀλλʼ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν· πόθεν γὰρ ἐκείνῳ; ἀλλὰ θεός τίς ποτʼ εὐμενὴς διʼ ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα. ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν.
1.37 οὔ· ἀλλʼ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ ὁ κόραξ ἐστὶν ὁ σημαίνων, ἀλλʼ ὁ θεὸς διʼ αὐτοῦ· ἂν δὲ διʼ ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵνʼ ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δʼ ἐκείνως σημαίνει, περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων διὰ καλλίστου ἀγγέλου σημαίνει;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme